Ancient Greek · ~5 min
8.13 to 8.18
Septuaginta, Paralipomenon II 8.13-18
Not analysed yet
καὶ κατὰ τὸν λόγον ἡμέρας ἐν ἡμέρᾳ, τοῦ ἀναφέρειν κατὰ τὰς ἐντολὰς Μωυσῆ ἐν τοῖς σαββάτοις καὶ ἐν τοῖς μησὶν καὶ ἐν ταῖς ἑορταῖς, τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ, ἐν τῆ ἑορτῇ τῶν ἀζύμων, ἐν τῆ ἑορτῇ τῶν ἑβδομάδων, ἐν τῇ ἑορτῇ τῶν σκηνῶν. καὶ ἔστησεν κατὰ τὴν κρίσιν Δαυεὶδ τὰς διαιρέσεις τῶν ἱερέων κατὰ τὰς λειτουργίας αὐτῶν· καὶ οἱ Λευεῖται ἐπὶ τὰς φυλακὰς αὐτῶν τοῦ λειτουργεῖν καὶ αἰνεῖν κατέναντι τῶν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ· καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτῶν εἰς πύλην καὶ πύλην, ὅτι οὕτως ἐντολαὶ Δαυεὶδ ἀν Βαρδοτοῦ θεοῦ. οὐ παρῆλθον τὰς ἐντολὰς τοῦ βασιλέως περὶ τῶν ἱερέων καὶ τῶν Λευειτῶν εἰς πάντα λόγον καὶ εἰς τοὺς θησαυρούς. καὶ ἡτοιμάσθη πᾶσα ἡ ἐργασία ἀφʼ ἧς ἡμέρας ἐθεμελιώθη ἕως οὗ ἐτελείωσεν Σαλωμὼν τὸν οἶκον Κυρίου. Τότε ᾧχετο Σαλωμὼν εἰς Γασίων Γάβερ καὶ εἰς τὴν Αἰλὰμ τὴν παραθαλασσίαν ἐν γῆ Ἰδουμαίᾳ. καὶ ἀπέστειλεν Κειρὰμ ἐν χειρὶ παίδων αὐτοῦ πλοῖα καὶ παῖδας εἰδότας θάλασσαν, καὶ ᾧχετο μετὰ τῶν παίδων Σαλωμὼν εἰς Σωφείρα, καὶ ἔλαβεν ἐκεῖθεν τὰ τετρακόσια καὶ πεντήκοντα τάλαντα χρυσίου, καὶ ἥλθον πρὸς τὸν βασιλέα Σαλωμών.