Ancient Greek
10.1 to 10.10
Septuaginta, Regnorum II 10.1-10
Not analysed yet
Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανεν βασιλεύς υἱῶν Ἀμμών, καὶ ἐβασίλευσεν Ἀννὼν υἰὸς αὐτοῦ ἀντ’ αὐτοὺ. καὶ εἶπεν Δαυείδ Ποιήσω ἔλεος μετὰ Ἁννὼν υἱοῦ Ναάς, ὅν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ’ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν Δαυεὶδ παρακαλέσαι αὐτὸν ὲν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ παρεγένοντο οἱ παίδες Δαθεὶδ εἰς τὴν γῆν υἱῶν Ἀμμών. καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἁννὼν τὸν κύριον αὐτῶν Μὴ παρὰ τὸ δοξάζειν Δαυεὶδ τὸν πατέρα σου ἐνώπιόν σου, ὅτι ἀπέστειλέν σοι παρακαλοῦντας; ἀλλ’ὅπως οὐχὶ ἐρευνήσωσιν τὴν πόλιν καὶ κατασκοπήσωσιν τας; ἀλλ’ὅπως κατασκέψασθαι αὐτὴν ἀπέστειλεν Δαυεὶδ τοὺς παῖδας αὐτοῦ πρὸς σέ; καὶ ἔλαβεν Ἁννὼν τοὺς παῖδας Δαυεὶδ καὶ ἐξύρησεν τοὺς πώγωνας αὐτῶν καὶ ἀκέκοψεν τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν,καὶ ἐχαπέστειλεν αὐτούς. καὶ ἀπήγγειλαν τῷ Δαυεὶδ ὑπὲρ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπαντήν αὐτῶν, ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεύς Καθίσατε ἐν Ἰερειχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἐπιστραφήσεσθε. καὶ εἶδαν οἱ υἱοὶ Ἀμμὼν ὅτι κατῃσχύνθησαν ὁ λαὸς Δαυείδ· καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν ὅτι κατῃσχύνθησαν Συρίαν καὶ Ῥοώβ, εἴκοσι χιλιάδεκα πεζῶν, καὶ τὸν βασιλέα Ἀμαλήκ, χιλίους ἄνδρας, καὶ Εἰστώβ, δέδεκα χιλιάδας ἀνδρῶν. καὶ ἤκουσεν Δαυείδ, καὶ ἀπέστειλεν τὸν Ἰωάβ καὶ πᾶσαν τὴν δύναμιν, τοὺς δυνατούς. καὶ ἐξῆλθαν οἱ υἱοὶ Ἀμμὼν καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης Συρίας Σουβὰ καὶ Ῥοὼβ καὶ Εἰστὼβ καὶ Ἀμαλήκ, μόνοι ἐν ἀγρῷ. καὶ εἶδεν Ιωαβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου, ἐκ τοῦ κατὰ πρόςωπον ἐξ ἐναντίας καὶ ἐκ τοῦ ὄπισθεν, καὶ ἐπέλεξεν ἐκ πάντων τῶν νεανίσκων Ἰσραήλ, καὶ παρετάξαντο ἐξ ἐναντίας Συρίας. καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβειςὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν Ἀμμών,