Ancient Greek
10.11 to 10.19
Septuaginta, Regnorum II 10.11-19
Not analysed yet
καὶ εἶπεν Ἐὰν κραταιωθῇ Συρία ὑπὲρ ἐμέ, καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν· καὶ ἐὰν υἱοὶ Ἀμμὼν κραταιωθῶμεν ὑπὲρ σέ, καὶ ἐσόμεθα τοῦ σῶσαί σε. ἀνδρίζου καὶ καρταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν, καὶ Κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ. καὶ προσῆλθεν Ἰωὰβ καὶ καὶ ὁ λαὸς αὐτοῦ μετ’αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν, καὶ ἔφυγαν ἀπὸ προςώπου αὐτοῦ. καὶ οἱ υἱοὶ Ἀμμὼν εἶδαν ὁτι ἔφυγεν Συρία, και ἔφυγαν ἀπὸ προςώπου Ἀβεισὰ καὶ εἰσῆλθαν εἰς τὴν πόλιν· καὶ ἀνέστρεψαν Ἰωὰβ ἀπὸ τῶν υἱῶν Ἀμμών, καὶ παρεγένοντο εἰς Ἰερουσαλήμ. καὶ εἶδεν Συρία ὅτι ἔπταισεν ἔμπροσθεν Ἰσραήλ, καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό. καὶ ἀπέστειλεν Ἁδραάζαρ καὶ συνήγαγεν τὴν Συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμάκ, καὶ παρεγένοντο Αἱλάμ· καὶ Σωβὰκ ἄρχων τῆς δυνάμεως Ἁδραάζαρ ἔμπροσθεν αὐτῶν. καὶ ἀνηγγέλη τῷ Δαυείδ, καὶ συνήγαγεν τὸν πάντα Ἰσραήλ, καὶ διέβη τὸν Ἰορδάνην καὶ παρεγένοντο εἰς Αἱλάμ· καὶ παρετάξατο Δαυεὶδ ἀπέναντι Συρίας καὶ ἐπολέμησαν μετ’ αὐτοῦ. καὶ ἔφυγεν Συρία ἀπὸ προςώπου Ἰσραήλ· καὶ ἀνεῖλεν Δαυεὶδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα καὶ τεσσεράκοντα χιλιάδας ἱππέων· καὶ Σωβὰκ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξεν, καὶ ἀπέθανεν ἐκεῖ. καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Ἁδραάζαρ ὅτι ἔπταισαν ἔμπροσθεν Ἰσραήλ, καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ καὶ ἐδούλευσαν αὐτοῖς· καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Ἀμμών.