Ancient Greek
Chapter 11
Septuaginta, Regnorum II 11.22
Not analysed yet
καὶ ἐπορεύθη ὁ ἄγγελος Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς Ἰερουσαλήμ, καὶ παρεγένετο καὶ ἀπήγγειλεν τῷ Δαυεὶδ πάντα ὅσα ἀπήγγειλεν αὐτω Ἰωάβ, πάντα τὰ ῥήματα τοῦ πολέμου. καὶ ἐθυμώθη Δαυεὶδ πρὸς Ἰωάβ, και εἲπεν πρὸς τὸν ἄγγελον ἵωα τί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξεν τὸν Ἀβειμέλεχ υἱὸν Ἰεροβοάμ; οὐχὶ γυνη ἔρριψεν ἐπ’ αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν θαμασί; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος;