Ancient Greek
11.23 to 11.27
Septuaginta, Regnorum II 11.23-27
Not analysed yet
καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυείδ Ὅτι ἐκραταίωσαν ἐφ’ ἡμᾶς οἱ ἄν δρες καὶ ἐξῆλθαν ἐφ᾽ ἡμᾶς εἰς τὸν ἀγρόν,καὶ ἐγενήθημεν ἐπ᾽ αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης. καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους, καὶ ἀπέθαναν τῶν παίδων τοῦ βασιλέως, καί γε ὁ δοὐλός σου Οὐρείας ὁ Χετταῖος ἀπέθανεν. καὶ εἶπεν Δαυεὶδ πρὸς τὸν ἄγγελον Τάδε ἐρεῖς πρὸς Ἰωάβ Μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ῥῆμα τοῦτο, ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μαχαιρα· κραταίωσον τὸν πολεμόν σου πρὸς τὴν πόλιν καὶ κατάσπασον αὐτήν· καὶ κραταίωσον αὐτόν. καὶ ἤκουσεν ἡ γυνὴ Οὐρείου ὅτι ἀέθανεν Οὐρειας ὁ ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αυτῆς. καὶ διῆλθεν τὸ πένθος, καὶ απέστελιεν Δαυεὶδ καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ υἱόν· καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ὅ ἐποίησεν Δαυεὶδ ἐν ὀφθαλμοῖς Κυρίου. Καὶ ἀπέστειλεν Κύριος τὸν Ναθὰν τὸν προφήτην πρὸς XII