Ancient Greek
20.1 to 20.9
Septuaginta, Regnorum II 20.1-9
Not analysed yet
XXυἱὸς Βοχορεί, ἀνὴρ ὁ Ἰεμενεί. καὶ ἐσάλπισεν τῇ κερατίνῃ καὶ εἶπεν Οὐκ ἔστιν ἡμὶς ἐν Δαυεὶδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ἰεσσαί. ἀνὴρ εἰς τὰ σκνώματά σου, Ἰσραήλ. καὶ ἀνέβη πᾶς Ἰσραὴλ ἀπὸ ὄπισθεν Δαυεὶδ ὀπίσω Σάβεε υἱοῦ Βοχορεί. καὶ ἀνὴρ Ἰούδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἕως Ἰερουσαλήμ. Καὶ εἰσῆλθεν Δαυεὶδ εἰς τὸν οἶκον αὐτοῦ εἰς Ἰερουσαλήμ. καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοπῦ, ἃς ἀφῆκεν Φυλάσσειν τὸν οἶκον, καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ Φυλακῆς, καὶ διέθρεψεν αὐτὰς καξὶ πρὸς αὐτὰας οὐκ εἰσῆλθεν, καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτῶν, χῆραι ζῶσαι. Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀμεσσαςί Βόησόν μοι τὸν ἄνδρα Ἰούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ πρὸς Ἀμεσσαεί Βόησόν μοι τὸν ἄνδρα Ἰούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι. καὶ ἐπορεύθη Ἀμεσσαεὶ τοῦ βοῆσαι τὸν Ἰούδαν, καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ οὗ ἐτάξατο αὐτῷ. καὶ εἶπεν ; Δαυεὶδ πρὸς Ἀβεισά Νῦν κακοποιήσει ἡμᾶς Σάβεε υἱὸς Βοχορεὶ ὑπὲρ Ἀβεσσαλώμ· καὶ νῦν σὺ λάβε μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μή ποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν. καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ Ἀβεσςὰ καὶ οἱ ἄνδρες ἰωὰβ καὶ ὁ Χελεθθεὶ καὶ ὁ Φελεθθεὶ καὶ πάντες οἱ δυνατοί, καὶ ἐξῆλθαν ἐξ Ἰερουσαλὴμ διῶξαι ὀπίσω Σάβεε υἱοῦ Βοχορεί. καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ ἐν Γαβαών, καὶ Ἀμεσσαεὶ ἦλθεν ἔμπροσθεν αὐτῶν· καὶ Ἰωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ, καὶ ἐπ’ αὐτῷ περιεζωσμένος μάχαιραν ἐζῆλθεν, καὶ αὐτὴ ἐξῆλθεν καὶ ἔπεσεν. καὶ εἶπεν Ἰωὰβ τῷ Ἀμεσσαεί Εἰ ὑγιαίνεις, ἀδελθέ ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ἰωὰβ τοῦ πώγωνος Ἀμεσσαεὶ τοῦ καταφιλῆσαι αὐτόν.