Ancient Greek
20.10 to 20.20
Septuaginta, Regnorum II 20.10-20
Not analysed yet
καὶ Ἀμεσσαεὶ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χριρὶ Ἰωάβ· καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ἰωὰβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανεν. καὶ Ἰωὰβ καὶ Ἀβειςὰ ὁ ἀδελφὸς αὐτοῦ ἐδίωζεν ὀπίσω Σάβεε υἱοῦ Βοχορεί. καὶ ἀνὴρ ἔστη ἐπ’ αὐτὸν τῶν παιδαρίων Ἰωὰβ καὶ εἶπεν Τίς ὁ βουλόμενος Ἰωἀβ, καὶ τίς τοῦ Δαυεὶδ ὀπίσω Ἰωάβ; καὶ Ἀμεσσαεὶ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέςῳ τῆς τρίβου, καὶ εἶδεν ἀνὴρ ὅτι εἱστήκει πᾶς ὁ λαός · καὶ ἀπέστρεψαν τὸν Ἀμεσσαεὶ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπֹ’ αὐτὸν ἱμάτιον, καθότι εἶδεν πάντα τὸν ἐρχόμενον ἐπ’ αὐτὸν ἑστηκότα. ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθεν πᾶς ἀνὴρ Ἰσραὴλ ὀπίσω Ἰωὰβ τοξῦ διῶξαι ὀπίσω Σάβεε υἱοῦ Βοχορεί. καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ἰσραὴλ εἰς Ἀβὲλ καὶ εἰς Βαιθμαχά, καὶ πάντες ἐν Χαρρεὶ καὶ ἐφεκκλησιάσθησαν · καὶ ἦλθεν κατόπισθεν αὐτοῦ. καὶ παρε- γενήθηαν καὶ ἐπολιόρκουν ἐπ’ αὐτὸν ἐν Ἀβὲλ τὴν Βαιθμαχά, καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν καὶ ἔστη ἐν τῷ προτειχίσματι· καὶ πᾶς ὁ λαὸς ὁ μετὰ Ἰωὰβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖκος· καὶ ἐβόησεν γυνὴ σοξὴ ἐκ τοῦ τειχους καὶ κἶπεν Ἀκούσατε ἀκούσατε, καὶ προσήγγισεν πρὸς αὐτήν, καὶ εἶπεν ἡ γυνή Εἰ σὺ εἶ Ἰωάβ; ὁ δὲ\ εἶπεν Ἐγώ. εἶπεν δὲ αὐτῷ Ἄκουσον τοὺς λόγους τῆς δούλης σου· καὶ εἶπεν Ἰωάβ’ Ἀκούω ἐγώ εἰμι. καὶ εἶπεν λέγουσα Λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες Ἠρωτημένος ἠρωτήθη ἐν τῇ Ἀβὲλ καὶ ἐν Λὰν εἰ ἐξέλιπον ἅ ἔθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ· ἐρῶντες ἐπερωτήσουσιν ἔνα ἐν Ἀβὲλ καὶ οὕτως, εἰ ἐξέλιπον. ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ἰσραήλ, σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ἰσραήλ· ἵνα τί καταποντίζεις κληρονομέαν Κυρίου ; καὶ ἀπεκρίθη Ἰωὰβ καὶ εἶπεν Ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ φθερῶ·