Ancient Greek
22.1 to 22.21
Septuaginta, Regnorum II 22.1-21
Not analysed yet
Καὶ ἐλάλησεν Δαυεὶδ τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ᾗ ἡμέρᾳ ἐξείλατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ. καὶ εἶπεν Κύριε, πέτρα μου καὶ ὀχύρωμά μου, καὶ ἐξαιρούμενός με ἐμοί· ὁ θεός μου φύλαξ ἔσται μου, πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ· ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήμπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου· ἐξ ἀδίκου σώσεις με. αἰνετὸν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. ὅτι περιέσχον με συντριμμοὶ θανάτου, χείμαρροι ἀνομίας ἐθάμβησάν με· ὠδῖνες θανάτου ἐκύκλωσάν με, προέφθασάν με σκληρότητες θανάτου. ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι Κύριον, καὶ πρὸς τὸν θεόν μου βοήσομαι, καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ. καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ, καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν, καὶ ἐσπαράχθησαν, ὅτι ἐθυμώθη Κύριος αὐτοῖς. ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται· ἄνθρακες ἐξεκαύθησαν ἀπ’ αὐτοῦ. καὶ ἐκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ, καὶ ἐπεκάθισεν ἐπὶ χερουβεὶν καὶ ἐπετάσθη, καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου· καὶ ἔθετο σκότος ἀποκρυφῆς αὐτοῦ κύκλῳ αὐτοῦ, ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων· ἐπάχυνεν ἐν νεφέλαις ἀέρος. ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός. ἐβτόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ό ὕψιστο ἔδωκεν φωνὴν αὐτοῦ. καὶ ὁ ὓψιστος ἒδωκεν φωνὴν αὐτοῦ· ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς· καὶ ὢφθησαν ἀφέσεις θαλάσσης καὶ ἀπεκαλύφθη θμέλια τῆς οἰκουμένης, ἐν τῇ ἐπιτιμήσει Κυρίου, ἀπὸ πνοῆς πνύματος θυμοῦ αὐτοῦ. ἀπέστειλεν ἐξ ὓψους καὶ ἒλαβέν με, εἳλκυςέν με ἐξ ὑδάτων πολλῶν· ἐρύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος, ἐκ τῶν μισούντων μεν, ὃτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. προέφθαςάν με ἡμέραι θλίψεώς μου, καὶ ἐγένετο Κύραι ἐπιστήριγμά μου· καὶ ἐξήγαγέν με εἰς πλατυσμόν, καὶ ἐξείλατό με, ὃτι εὐδόκησεν ἐν ἐμοί. καὶ ἀνταπέδωκέν μοι Κύιος κατὰ τὴν δικαιοςύνην μου, κατὰ τὴν καθαριότητα τῶν χειῶν μου ἀνταπέδωκέν μοι.