Ancient Greek
22.22 to 22.45
Septuaginta, Regnorum II 22.22-45
Not analysed yet
ὃτι ἐφύλαφα ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου· ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου, καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπ᾿ αὐτῶν. καὶ ἒσομαι ἂμωμος αὐτῷ καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου· καὶ ἀποδώσει μοι Κύριος κατὰ τὴν δικαιοςύνην μου καὶ κατὰ τὴν καθριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ. μετὰ ὁσίου ὁσιωξήσῃ, καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ· καὶ μετὰ ἐλεκτοῦ ἐκλεκτὸς ἒσῃ, καὶ μετὰ στρεωλοῦ στρεβλωθήσῃ. καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις, καὶ ὀφθαλμοῦς ἐπὶ μετεώρων ταπεινώσεις. ὃτι σὺ ὁ λύχνος μου, Κύριε, καὶ Κύριος ἐκλάμψει μοι τὸ σκότος μου. ὃτι ἐν σοὶ δραμοῦμαι μονόζωνος, καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι πεῖχος. ὁ ἰσχυρός, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὸ ῥῆμα Κυρίου κραταιόν, πεπυρωμένον· ὑπερασπιστής ἐστιν πᾶσιν τοῖς πεποιθόσιν ἐπ’ αὐτῷ. τίς ἰσχυρὸς πλὴν κυρίου; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ θεοῦ ἡμῶν; ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου· τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων, καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με· διδάσκων χεῖράς μου εἰς πόλεμον, καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου. καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ ὑπακοή σου ἐπλήθυνέν με. εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου. διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτούς, καὶ οὐκ ἀναστρέψω ἕως συντελέσω αὐτούς· καὶ θλάσω αὐτοὺς καὶ οὐκ ἀναστήσονται, καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου. καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον· κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου. καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς. βοήσονται καὶ οὐκ ἔστιν βοηθός· πρὸς Κύριον, καὶ οὐκ ὑπήκουσεν αὐτῶν. καὶ ἐλέανα αὐτοὺς ὡς χνοῦν γῆς· ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς. καὶ ῥύσῃ με ἐκ μάχης λαῶν, Φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν. λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσάν μοι· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου·