Ancient Greek
23.1 to 23.13
Septuaginta, Regnorum II 23.1-13
Not analysed yet
Καὶ οὗτοι οἱ λόγοι Δαυεὶδ οἱ ἔσχατοι Πιστὸς Δαυεὶδ υἱὸς Ἰεσσαί, καὶ πιστὸς ἀνὴρ ὃν ἀνέστησεν Κύριος ἐπὶ χριστὸν θεοῦ Ἰακώβ, καὶ εὐπρεπεῖς ψαλμοὶ Ἰσραήλ. πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοί, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου. λέγει ὁ θεὸς Ἰσραήλ· ἐμοὶ ἐλάλησεν φύλαξ ἐξ Ἰσραήλ Παραβολὴν εἰπόν Ἐν ἀνθρώπῳ πῶς κραταιώσητε φόβον χριστοῦ; καὶ ἐν θεῷ φωτὶ πρωίας ἀνατείλαι ἥλιος, τὸ πρωὶ οὐ Κύριος παρῆλθεν ἐκ φέγγους· καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς. οὐ γὰρ οὗτος ὁ οἶκός μου μετὰ Ἰσχυροῦ; διαθήκην γὰρ αἰώνιον ἔθετό μοι, ἑτοίμην ἐν παντὶ καιρῷ, πεφυλαγμένην, ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα· ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος. ὥσπερ ἄκανθα ἐξωσμένη πάντες οὖτοι, ὅτι οὐ χειρὶ λημφθήσονται· καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς· καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει, καὶ θήσονται αἰσχύνην αὐτων. Ταπῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυείδ· Ἰεβόσθε ὁ Χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν· Ἀδεινὼν ὁ Ἀσωναῖος, οὖτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοςίους στρατιώτας εἰς ἅπαξ. καὶ μετ’αὐτὸν Ἐλεανὰν υἱὸς πατραδέλφου αὐτοῦ, υἱὸς Σουσεὶ τοῦ ἐν τοῖς τριςὶν δυνατοῖς μετὰ Δαυείδ· καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνεβόησεν ἀνὴρ Ἰσραήλ. αὐτὸς ἀνέστη καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν· καὶ ἐποίησεν Κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν. καὶ μετ’ αὐτὸν Σαμαιὰ μἱὸς Ἀσὰ ὁ Ἁρουχαῖος· καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς θηρία, καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ, καὶ ὁ λαὸς ἔφυγεν ἐκ προςώπου ἀλλοθύλων. καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος, καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν Κύριος σωτηρίαν μεγάλην. Καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ κατέβησαν εἰς Καδὼν πρὸς Δαυεὶδ εἰς τὸ σπήλαιον Ὀδολλάμ· καὶ τάγμα τῶν ἀλλοφύλων, καὶ παρενέβαλον ἐν τῇ κοιλάδι Ῥαφαείμ.