Ancient Greek
22.46 to 22.51
Septuaginta, Regnorum II 22.46-51
Not analysed yet
υἱοὺ ἀλλότριοι ἀπορριφήσονται καὶ σθαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτπῶν. ζῇ Κύριος καὶ εὐλογητὸς ὁ φύλαξ μου, καὶ ὑψωθήσεται ὁ θεός μου, ὁ φύλαξ τῆς σωτηρίας μου. ἰσχυρὸς Κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί, παιδεύων λάοὺς ὑποκάτω μου, καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου· καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ῥύσῃ με. διὰ τοῦτο ἐξομολογήσομαί σοι, Κύριε, ἐν τοῖς ἔθνεσιν, καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ· μεγαλύνων σωτηρίας βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυεὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.