Ancient Greek
6.1 to 6.12
Septuaginta, Regnorum II 6.1-12
Not analysed yet
Καὶ συνήγαγεν ἔτι Δαυεὶδ πάντα νεανίαν ἐξ Ἰσραὴς ὡς ἑβδομήκοντα χιλιάδας. καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυεὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ ἀπὸ τῶν ἀρχόντων Ἰούδα ἐν ἀναβάσει, τοῦ ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ, ἐφ’ ἣν ἐπεκλήθη τὸ τῶν δυνάμεων καθημένου ἐπὶ τῶν χερουβεὶν ἐπ’ αὐτῆς. ἐπεβίβασεν τὴν κιβωτὸν κυρίου ἐφ’ ἅμαξαν καινὴν καὶ ἦρεν αὐτὴν εἰς οἶκον Ἀμειναδὰβ τοῦ ἐν τῷ βουνῷ· καὶ Ὀζὰ καὶ ὁ ἀδελφοὶ αὐτοῦ υἱοὶ Ἀμειναδὰβ ἦγαν τὴν ἅμαξαν σὺν τῇ κιβωτῷ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ. καὶ Δαυεὶδ καὶ οἱ υἱοὶ Ἰσραὴλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις, ἲς, ἐν ἰσχύι καὶ ἐν ᾠδαῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῖς. καὶ παραγίνονται ἕως ἅλω Νωδάβ· καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ θεοῦ κατασχεῖν αὐτήν. καὶ ἐκράτησεν αὐτήν, ὅτι περιέσπασεν αὐτὸν ὁ μόσχος, τοῦ αὐτήν. καὶ ἐθυμώθη Κύριος τῷ Ὀζά, καὶ ἔπαισεν αὐτόν ἐκεῖ ὁ θεός, καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ κυρίου ἐνώπιον τοῦ θεοῦ. καὶ ἠθύμησεν ΔΑυεὶδ ὑπὲρ οὗ διέκοψεν κύριος διακοπὴν ἐν τῷ Ὀζά· καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος Διακοπὴ Ὀζά ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐφοβήθη Δαυδὶδ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνη λέγων Ἠὼς εἰσελεύσεται πρὸς μὲ ἡ κιβωτὸς Τυρίου; καὶ οὐκ Δαυεὶδ τοῦ ἐκκλῖναι πρὸς αὐτὸν τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὴν πόλιν Δαυείδ· καὶ ἀπέκλινεν αὐτὴν Δαυεὶδ εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθθαίου. καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ κυρίου εἰς οἶκον τοῦ Γεθθαίου μῆνας τρεῖς· καὶ εὐλόγησεν κύριος ὅλον τὸν οἶκον Ἀβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ. Καὶ ἀπηγγέλη τῷ Δαυεὶδ λέγοντες Ηὐόγησεν κύριος τὸν οἶκον Ἀβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ ἕνεκεν τῆς κιβωτοῦ τοῦ θεοῦ· καὶ ἐπορεύθη Δαυεὶδ καὶ ἀνήγαγεν τὴν κιβωτὸν τοῦ κυρίου ἑκ τοῦ οἴκου Ἀβεδδαρὰ εἰς τὴν πόλιν Δαυεὶδ ἐν εὐφροσύνῃ.