Ancient Greek
6.13 to 6.23
Septuaginta, Regnorum II 6.13-23
Not analysed yet
καὶ ἦσαν μετ’ αὐτῶν αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροί, καὶ θύμα μόσχος, καὶ ἄρνα. καὶ Δαυεὶδ ἀνεκρούετο ἐν νοις ἡρμοσμένοις ἐνώπιον κυρίου, καὶ ὁ Δαυεὶδ ἐνδεδυκὼς στολὴν ἔξαλλον. καὶ Δαυεὶδ καὶ πᾶς ὁ οἶκος Ἰσραὴλ ἀνήγαγον τὴν κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος. καὶ ἐγένετο κιβωτοῦ παραγινομένης ἕως πόλεως Δαθεὀδ. καὶ μελχὸλ ἡ θυγάτηρ Σαοὺλ διέκυπτεν διὰ τῆς θυρίδος, καὶ εἶδεν τὸν βασιλέα Δαυεὶδ ὀρχούμενον καὶ ἀνακρουόμενον ἐνώπιον κυρίου, καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ ἑαυτῆς. καὶ φέρουσιν τὴν κιβωτὸν τοῦ κυρίου καὶ ἀνέθη. κὰν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ Δαυείδ· καὶ ἀνήνεγκεν αὐτῇ ὁλοκαυτώματα ἐνώπιον κυρίου, καὶ εἰρηνικάς. καὶ συνετέλεσεν Δαυεὶδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικάς, καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου τῶν δυνάμεων. καὶ διεμέρισεν παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν τοῦ Ἰσραὴλ ἀπὸ Δὰν ἕως Βηρσάβεε, ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου· καὶ θὲν πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ. Καὶ ἐπέστρεψεν Δαυεὶδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ, καὶ ἐξῆλθεν Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ εἰς ἀπάντησιν Δαυεὶδ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν Τί παιδισκῶν τῶν δούλων ἑαυτοῦ καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων. καὶ εἶπεν Δαυεὶδ πρός Μελχόλ Ἐνώπιον κυρίου ὀρχήσομαι· εὐλογητὸς κύριος ὅς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ, καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν Ἰσραή· καὶ παίξομαι καὶ ὀρχήσομαι ἐπώπιον κυρίου, καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως, καὶ ἔσομαι ἀχρεῖος ἐν ὀφθαλμοῖς σου, καὶ μετὰ τῶν παιδισκῶν ὧν εἶπάς με δοξασθῆναι. καὶ τῇ Μελχὸλ θυγατρὶ Σαοὺλ οὐκ ἐγένετο παιδίον ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν.