Ancient Greek · ~2 min
Chapter 12
Septuaginta, Regnorum III 12.24r
Not analysed yet
καὶ διεσκέδασεν Ροβοαμ τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν τοὺς συντρόφους αὐτοῦ καὶ ἐλάλησεν αὐτοῖς τὰ αὐτά Καὶ ταῦτα ἀπέστειλεν πρός με λέγων ὁ λαός. καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ Οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων Ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιγξιν, ἐγὼ δὲ κατάρξω ὑμῶν ἐν σκορπίοις.