Ancient Greek · ~7 min
12.24s to 12.29
Septuaginta, Regnorum III 12.24s-29
Not analysed yet
καὶ ἤρεσεν τὸ ῥῆμα ἐνώπιον Ροβοαμ, καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τὰ παιδάρια. καὶ εἶπεν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἀνέκραξαν ἅπαντες λέγοντες Οὐ μερὶς ἡμῖν ἐν Δαυιδ οὐδὲ κληρονομία ἐν υἱῷ Ιεσσαι· εἰς τὰ σκηνώματά σου, Ισραηλ, ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον. καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικιμων, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. καὶ κατεκράτησεν Ροβοαμ καὶ ἀπῆλθεν καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλθεν εἰς Ιερουσαλημ, καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον Ιουδα καὶ πᾶν σκῆπτρον Βενιαμιν. —καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήθροισεν Ροβοαμ πάντα ἄνδρα Ιουδα καὶ Βενιαμιν καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς Ιεροβοαμ εἰς Σικιμα. καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Σαμαιαν ἄνθρωπον τοῦ θεοῦ λέγων Εἰπὸν τῷ Ροβοαμ βασιλεῖ Ιουδα καὶ πρὸς πάντα οἶκον Ιουδα καὶ Βενιαμιν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων Τάδε λέγει κύριος Οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ισραηλ· ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ’ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο. καὶ ἤκουσαν τοῦ λόγου κυρίου καὶ ἀνέσχον τοῦ πορευθῆναι, κατὰ τὸ ῥῆμα κυρίου. Καὶ ᾠκοδόμησεν Ιεροβοαμ τὴν Σικιμα τὴν ἐν ὄρει Εφραιμ καὶ κατῴκει ἐν αὐτῇ· καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησεν τὴν Φανουηλ. καὶ εἶπεν Ιεροβοαμ ἐν τῇ καρδίᾳ αὐτοῦ Ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία εἰς οἶκον Δαυιδ· ἐὰν ἀναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θυσίας ἐν οἴκῳ κυρίου εἰς Ιερουσαλημ, καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς κύριον καὶ κύριον αὐτῶν, πρὸς Ροβοαμ βασιλέα Ιουδα, καὶ ἀποκτενοῦσίν με. καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησεν δύο δαμάλεις χρυσᾶς καὶ εἶπεν πρὸς τὸν λαόν Ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ιερουσαλημ· ἰδοὺ θεοί σου, Ισραηλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. καὶ ἔθετο τὴν μίαν ἐν Βαιθηλ καὶ τὴν μίαν ἔδωκεν ἐν Δαν.