Ancient Greek · ~1 min
Chapter 11, lines 11.23-11.26
Septuaginta, Sapientia Salomonis 11.23-26
Not analysed yet
ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι,
καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν.
ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ ὧν
ἐποησας,
οὐδέ γὰρ ἂν μισῶν τι κατεσκεύασας.
πῶς δὲ ἔμεινεν ἄν τι εἰ μὴ σὺ ἠθέλησας,
ἢ τὸ μὴ κληθὲν ὑπὸ σοῦ διετηρήθη;
φείδῃ δὲ πάντων, ὅτι σά ἐστιν, Δέσποτα φιλόψυχε.