Ancient Greek · ~7 min
Chapter 12, lines 12.1-12.18
Septuaginta, Sapientia Salomonis 12.1-18
Not analysed yet
τὸ γὰρ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν.
διὸ τοὺς παραπίπτοντας κατʼ ὀλίγον ἐλέγχεις,
καὶ ἐν οἷς ἁμαρτάνουσιν ὑπομιμνήσκων νουθετεῖς,
ἵνα ἀπαλλαγέντες τῆς κακίας πιστεύσωσιν ἐπὶ σέ, Κύριε.
Καὶ γὰρ τοὺς παλαιοὺς οἰκήτορας τῆς ἁγίας σου γῆς
μισήσας ἐπὶ τῷ ἔχθιστα πράσσειν ἔργα φαρμακειῶν
καὶ τελετὰς ἀνοσίους,
τέκνων τε φονέας ἀνελεήμονας,
καὶ σπλαγχνοφάγον ἀνθρωπίνων σαρκῶν θοίναν καὶ αἵματος,
ἐκ μέσου μύστας θιάσου,
καὶ αὐθέντας γονεῖς ψυχῶν ἀβοηθήτων,
ἐβουλήθης ἀπολέσαι διὰ χειρῶν πατέρων ἡμῶν,
ἵνα ἀξίαν ἀποικίαν δέξηται θεοῦ παίδων
ἡ παρὰ σοὶ πασῶν τιμιωτάτη γῆ.
ἀλλὰ καὶ τούτων ὡς ἀνθρώπων ἐφείσω,
ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σφῆκας,
ἵνα αὐτοὺς κατὰ βραχὺ ἐξολεθρεύσωσιν·
οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι,
ἢ θηρίοις δεινοῖς, ἢ λόγῳ ἀποτόμῳ ὑφʼ ἓν ἐκτρῖψαι
κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας, ¶¶C
οὐκ ἀγνοῶν ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν
καὶ ἔμφυτος ἡ κακία αὐτῶν,
καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα,
σπέρμα γὰρ ἦν κατηραμένον ἀπʼ ἀρχῆς·
οὐδὲ εὐλαβούμενός τινα ἐφʼ οἷς ἡμάρτανον ἄδειαν ἐδίδους.
τίς γὰρ ἐρεῖ Τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου;
τίς δὲ ἐκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων, ἃ σὺ ἐποίησας;
ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀν-
θρώπων;
οὔτε γὰρ θεός ἐστιν πλὴν σοῦ, ᾧ μέλει περὶ πάντων,
ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας·
οὔτε βασιλεὺς ἢ τύραννος ἀντοφθαλμῆσαι δυνήσεταί σοι περὶ ὧν
ἐκόλασας.
δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις,
αὐτὸν τὸν μὴ ὀφείλοντα κολασθῆναι καταδικάσαι
ἀλλότριον ἡυούμενος τῆς σῆς δυνάμεως.
ἡ γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχή,
καὶ τὸ πάντων σε δεσπόζειν πάντων φείδεσθαι ποιεῖ
ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειότητι,
καὶ ἐν τοῖς εἰδόσι τὸ θράσος ἐξελέγχεις·
σὺ δὲ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις.
καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς·
πάρεστιν γάρ σοι ὅταν θέλῃς τὸ δύνασθαι.