Ancient Greek · ~5 min
Chapter 14, lines 14.19-14.31
Septuaginta, Sapientia Salomonis 14.19-31
Not analysed yet
§C §19ὁ μὲν γὰρ τάχα κρατοῦντι βουλόμενος ἀρέσαι
ἐξεβιάσατο τῇ τέχνῃ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον·
τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας
τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον νῦν σέβασμα
ἐλογισαντο.
καὶ τοῦτο ἐγένετο τῷ βίῳ εἰς ἔνεδρον,
ὅτι ἢ συμφορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι
τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθεσαν.
Εἶτ᾿ οὐκ ἤρκεσεν τὸ πλανᾶσθαι περὶ τὴν τοῦ θεοῦ γνῶσιν,
ἀλλὰ καὶ μεγάλῳ ζῶντες ἀγνοίας πολέμῳ
τὰ τοσαῦτα κακὰ εἰρήνην προσαγορεύουσιν.
ἢ γὰρ τεκνοφόνους τελετὰς ἢ κρύφια μυστήρια
ἢ ἐμμανεῖς ἐξάλλων θεσμῶν κώμους ἄγοντες,
οὔτε βίους οὔτε γάμους καθαροὺς ἔτι φυλάσσουσιν,
ἕτερος δʼ ἕτερον ἢ λοχῶν ἀναιρεῖ, ἢ νοθεύαων ὀδυνᾶ.
πάντα δʼ ἐπιμὶξ ἔχει αἷμα καὶ φόνος, κλοπὴ καὶ δόλος,
φθορά, ἀπιστία, τάραχος. ἐπιορκία,
θ6ορυβος ἀγαθῶν,
χάριτος ἀμνησία,
ψυχῶν μιασμός, γενέσεως ἐναλλαγή,
γάμων ἀταξία, μοιχεία καὶ ἀσέλγεια.
ἡ γὰρ τῶν ἀνωνύμων εἰδώλων θρησκεία
παντὸς ἀρχὴ κακοῦ καὶ αἰτία καὶ πέρας ἐστίν·
ἢ γὰρ εὐφραινόμενοι μεμήνασιν, ἢ προφητεύουσιν ψευδῆ.
ἢ ζῶσιν ἀδίκως, ἢ ἐπιορκοῦσιν ταχέως·
ἀψύχοις γὰρ πεποιθότες εἰδώλοις
—κακῶς ὀμόσαντες ἀδικηθῆναι οὐ προσδέχονται.
ἀμφότερα δὲ αὐτοὺς μετελεύσεται τὰ δίκαια,
ὅτι κακῶς ἐφρόνησαν περὶ θεοῦ προσχόντες εἰδώλοις,
καὶ ἀδίκως ὤμοσαν ἐν δόλῳ καταφρονήσαντες ὁσιότητος.
οὐ γὰρ ἡ τῶν ὀμνυμένων δύναμις,
ἀλλ᾿ ἡ τῶν ἁμαρτανόντων δίκη
ἐπεξέρχεται ἀεὶ τὴν τῶν ἀδίκων παράβασιν