Ancient Greek · ~7 min
Chapter 14, lines 14.1-14.18
Septuaginta, Sapientia Salomonis 14.1-18
Not analysed yet
Πλοῦν τις πάλιν στελλόμενος καὶ ἄγρια μέλλων διοδεύειν
κύματα
τοῦ φέροντος αὐτὸν πλοίου σαθρότερον ξύλον ἐπιβοᾶται.
ἐκεῖνο μὲν γὰρ ὄρεξις πορισμῶν ἐπενόησεν,
τεχνῖτις δὲ σοφία κατεσκεύασεν·
ἡ δὲ σή, πάτερ, διακυβερνᾷ πρόνοια,
ὅτι ἔδωκας καὶ ἐν θαλάσσῃ ὁδὸν
καὶ ἐν κύμασι τρίβον ἀσφαλῆ,
δεικνὺς ὅτι δύνασαι ἐκ παντὸς σώζειν,
ἴνα κἂν ἄνευ τέχνης τις ἐπιβῇ.
θέλεις δὲ μὴ ἀργὰ εἶναι τὰ τῆς σοφίας σου ἔργα·
διὰ τοῦτο καὶ ἐλαχίστῳ ξύλῳ πιστεύουσιν ἄνθρωποι ψυχάς.
καὶ διελθόντες κλύδωνα σχεδίᾳ διεσώθησαν.
καὶ ἀρχῆς γὰρ ἀπολλυμένων ὑπερηφάνων γιγάντων,
ἡ ἐλπὶς τοῦ κόσμου ἐπὶ σχεδίας καταφυγοῦσα
ἀπέλιπεν τῷ αἰῶνι σπέρμα γενέσεως, τῇ σῇ κυβερνηθεῖσα
εὐλόγηται γὰρ ξύλον δι᾿ οὗ γίνεται δικαιοσύνη·
τὸ χειροποίητον δέ, ἐπικατάρατον αὐτὸ καὶ ὁ ποιήσας αὐτό,
ὅτι ὁ μὲν ἠργάζετο, τὸ δὲ φθαρτὸν θεὸς ὠνομάσθη.
ἐν ἴσῳ γὰρ μισητὰ θεῷ καὶ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτοῦ·
καὶ γὰρ τὸ πραχθὲν σὺν τῷ δράσαντι κολασθήσεται.
διὰ τοῦτο καὶ ἐν εἰδώλοις ἐθνῶν ἐπισκοπὴ ἔσται,
ὅτι ἐν κτίσματι θεοῦ εἰς βδέλυγμα ἐγενήθησαν
καὶ εἰς σκάνδαλα ψυχαῖς ἀνθρώπων
καὶ εἰς παγίδα ποσὶν ἀφρόνων.
Ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων, εὑρέσεις δὲ αὐτῶν φθορὰ
ξωῆς.
οὔτε γὰρ ἦν ἀπʼ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται·
κενοδοξίᾳ γὰρ ἀνθρώπων εἰσῆλθεν εἰς κόσμον.
καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη.
ἀώρῳ γὰρ πένθει τρυχόμενος πατὴρ
τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας
τὸν τότε νεκρὸν ἄνθρωπον νῦν ὡς θεὸν ἐτίμησεν,
καὶ παρέδωκεν τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς·
εἶτα ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος ὡς νόμος ἐφυλάχθη,
καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά·
οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾷν ἄνθρωποι διὰ τὸ μακρὰν
οἰκεῖν,
τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι,
ἐμφανῆ εἰκόνα τοῦ τιμωμένου βασιλέως ἐποίησαν,
ἵνα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσιν διὰ τῆς σπουδῆς.
εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας
ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία.