Ancient Greek · ~2 min
Chapter 3
Septuaginta, Sapientia Salomonis 3
Not analysed yet
Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ θεοῦ,
καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.
ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι.
καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν,
καὶ ἡ ἀφʼ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εὰσιν ἐν εἰρήνῃ
καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν,
καὶ ἄτιμον ἐπʼ ἐσχάτων τὸ γῆρας αὐτῶν·
ἐάν τε ὀξέως τελευτήσωσιν, οὐκ ἔχουσιν ἐλπίδα
οὐδὲ ἐν ἡμέρᾳ διαγνώσεως παραμύθιον·
γενεᾶς γὰρ ἀδίκου χαλεπὰ τὰ τέλη.