Ancient Greek · ~3 min
20.24 to 20.31
Septuaginta, Siracides 20.24-31
Not analysed yet
μῶμος πονηρὸς, ψεῦδος ἐν ἀνθρώπῳ, ἐν δὲ στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται. αἱρετὸν κλέπτης ἢ ὁ ἐνδελεχίζων ψεύδει, ἀμφότεροι δὲ ἀπώλειαν κληρονομήσουσιν. ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία, καὶ ἡ αἰσχύνη αὐτοῦ μετ’ αὐτοῦ ἐνδελεχῶς. Λόγοι παραβολῶν. ὁ σοφὸς ἐν λόγοις προάξει ἑαυτόν, καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν. ὁ ἐργαζόμενος γῆν αὐτοῦ ἀνυψώσει θημωνίαν αὐτοῦ, καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδικίαν αὐτοῦ. ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλέγχους. σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέλεια ἐν ἀμφοτέροις; κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ. κρείσσων ὑπομονὴ ἀπαραίτητος ἐν ζητήσει κυρίου, ἢ ἀδέσποτος τροχηλάτης τῆς ἰδίας ζωῆς.