Ancient Greek · ~7 min
21.1 to 21.23
Septuaginta, Siracides 21.1-23
Not analysed yet
τέκνον, ἥμαρτες; μὴ προσθῇς ἔτι, καὶ περὶ τῶν προτέρων δεήθητι. ὡς ἀπὸ προσώπου ὄφεως, φεῦγε ἀπὸ ἁμαρτίας. ἐὰν γὰρ προσέλθῃς αὐτῇ, δέξεταί σε· ὀδόντες λέοντος ὀδόντες αὐτῇ, ἀναιροῦντες ψυχὰς ἀνθρώπων. ὡς ῥομφαία δίστομος πᾶσα ἀνομία, τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις. καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσι πλοῦτον, οὕτως οἶκος ὑπερηφάνων ἐρημωθήσεται. δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ, καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται. μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ, καὶ ὁ φοβούμενος κύριον ἐπιστρέψει ἐν καρδίᾳ αὐτοῦ. γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ, ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθαίνειν αὐτόν. ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις ὡς ὁ συνάγων ἑαυτῷ λίθους εἰς χῶμα ταφῆς αὐτοῦ. στιππύον συνηγμένον συναγωγὴ ἀνόμων, καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρὸς εἰς ἀπώλειαν. ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ὑπὸ λίθων, καὶ ἐπ’ ἐσχάτου αὐτῆς βόθρος ᾅδου. ὁ φυλάσσων νόμον Κυρίου κρατεῖ τοῦ ἐννοήματος νοήματος αὐτοῦ, συντέλεια δὲ τοῦ φόβου κυρίου σοφίας πρόσληψις. οὐ παιδευθήσεται ὃς οὐκ ἔστι πανοῦργος· ἔστι γὰρ πανουργία πληθύνουσα πικρίαν. γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται, καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ἁγνὴ ζωῆς. ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον, πᾶσαν γνῶσιν οὐ κρατήσει ἐν ζωῇ αὐτοῦ. λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν καὶ ἐπ’ αὐτὸν προσθήσει· ἤκουσεν αὐτὸν ἀσύνετος καὶ ἀπήρεσεν αὐτῷ, καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ. ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον, ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις. στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ. ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία, καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσονται ἐν καρδίᾳ καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι. πέδαι ἐν ποσὶν ἀνοήτοις παιδεία, καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς. μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ, ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῆ μειδιάσει. ὡς κόσμος χρυσοῦς φρονίμῳ παιδεία, καὶ ὡς χλιδῶν ἐπὶ βραχίονος δεξιοῦ. ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν, ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπ’ αὐτοῦ. ἄφρων ἀπὸ θύρας παρακύψει εἰς οἰκίαν, ἀνὴρ δὲ πεπαιδευμένος ἔξω στήσεται.