Ancient Greek · ~1 min
21.24 to 21.28
Septuaginta, Siracides 21.24-28
Not analysed yet
ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν, ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίαν. χείλη πολυλάλων τὰ οὐκ αὐτῶν διηγήσεται, λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται. ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, ἐν δὲ καρδίᾳ σοφῶν τὸ στόμα αὐτῶν. ἐν τῷ καταρᾶσθαι ἀσεβῆ τὸν σατανᾶν, αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν. μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψίθυρος, καὶ οὗ ἐὰν παροικήσῃ, μισηθήσεται.