Ancient Greek · ~7 min
46.1 to 46.16
Septuaginta, Siracides 46.1-16
Not analysed yet
κραταιὸς ἐν πολέμῳ Ἰησοῦς ὁ τοῦ Ναυῦ καὶ διάδοχος Μωσῆ ἐν προφητείαις, ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ, ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς, ὅπως κατακληρονομήσῃ τὸν ᾿Ισραήλ. ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ καὶ ἐν τῷ ἐκτεῖναι ῥομφαίαν ἐπὶ πόλεις. τίς πρότερος αὐτοῦ οὕτως ἔστη ; τοὺς γὰρ πολέμους Κυρίου αὐτὸς ἐπήγαγεν. οὐχὶ ἐν χειρὶ αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο; ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην ἐν τῷ ἐκθλίψαι αὐτὸν ἐχθροὺς κυκλόθεν· καὶ ἐπήκουσεν αὐτοῦ μέγας Κύριος ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς· κατέρραξεν ἐπὶ ἔθνη πόλεμον, καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας, ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτῶν, ὅτι ἐναντίον κυρίου ὁ πόλεμος αὐτοῦ· καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω Δυνάστου, καὶ ἐν ἡμέρᾳ Μώσεως ἑ ποίησεν ἔλεος, αὐτὸς καὶ Χαλὲβ υἱὸς ᾿Ιεφονῆ ἀντιστῆναι ἐναντίον ἐκκλησίας, κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας, καὶ κοπάσαι γογγυσμὸν πονηρίας. καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν, εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι· καὶ ἔδωκεν ὁ κύριος τῷ Χαλὲβ ἰσχύν, καὶ ἕως γήρου διέμεινεν αὐτῷ, καὶ ἐπιβῆναι αὐτὸν ἐπὶ τὸ ὕψος τῆς γῆς, καὶ τὸ σπέρμα αὐτοῦ κατέσχε κληρονομίαν· ὅπως ἴδωσι πάντες οἱ υἱοὶ ᾿Ισραὴλ ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω τοῦ κυρίου. καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι, ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία καὶ ὅσοι οὐκ ἀπερτράφησαν ἀπὸ τοῦ κυρίου, καὶ τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις· τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐπὶ τοῦ τόπου αὐτῶν, καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον ἐν υἱοῖς δεδοξασμένων αὐτῶν. ἠγαπημένος ὑπὸ Κυρίου αὐτοῦ Σαμουήλ, προφήτης κυρίου κατέστησε βασιλείας, καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ· ἐν νόμῳ κυρίου ἔκρινε συναγωγήν, καὶ ἐπεσκέψατο κύριος τὸν ᾿Ιακώβ. ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης, καὶ ἐγνώσθη ἐν ῥήματι αὐτοῦ. καὶ ἐπεκαλέσατο τὸν κύριον δυνάστην, ἐν τῷ θλίψαι αὐτὸν ἐχθροὺς αὐτοῦ κυκλόθεν, ἐν προσφορᾷ ἀνδρὸς γαλαβηνοῦ.