Ancient Greek · ~2 min
46.17 to 46.20
Septuaginta, Siracides 46.17-20
Not analysed yet
καὶ ἐβρόντησεν ἀπὸ οὐρανοῦ ὁ κύριος, καὶ ἐν ἤχῳ μεγάλῳ βροντῆς ἀκουστὴν ἐποίησε τὴν φωνὴν αὐτοῦ, καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων καὶ πάντας ἄρχοντας Φυλιστιείμ. καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος ἐπεμαρτύρατο ἔναντι κυρίου καὶ χριστοῦ αὐτοῦ· χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα· καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος. καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεφήτευσε καὶ ὑπέδειξε βασιλεῖ τὴν τελευτὴν αὐτοῦ, καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ, ἐν προφητείᾳ ἐξαλεῖψαι ἀνομίαν λαοῦ.