Ancient Greek
EKKΛHΣIAΣTIKOΣ
Septuaginta, Siracides EKKΛHΣIAΣTIKOΣ
Not analysed yet
Σοφία Ἰησοῦ υἱοῦ Σιράχ: Ἰησοῦς οὗτος Σιρὰχ μὲν ἦν υἱός, ἔγγονος δὲ Ἰησοῦ ὁμωνύμου αὐτῷ· οὗτος οὖν ἐν χρόνοις κάτω γέγονε μετὰ τὴν αἰχμαλωσίαν καὶ ἀνάκλησιν, καὶ μετὰ τοὺς προφήτας σχεδὸν ἅπαντας· ὁ οὖν πάππος αὐτοῦ Ἰησοῦς, καθὰ καὶ αὐτὸς μαρτυριῶ, φιλόπονός τε γέγονεν ἀνὴρ ἐν Ἑβραίοις καὶ φρονιμώτατος, ὃς οὐ μόνον τὰ ἑτέρων τῶν πρὸ αὐτοῦ συνετῶν ἀνδρῶν ἀποφθέγματα συνήγαγεν, ἀλλὰ καὶ αὐτὸς ἴδιά τινα ἀπεφθέγξατο, πολλῆς συνέσεως καὶ σοφίας γέμοντα· ἐπεὶ οὖν τὴν βίβλον ταύτην ὁ πρῶτος Ἰησοῦς σχεδόν τι συνειλεγμένην καταλιπὼν ἐξ ἀνθρώπων ᾤχετο, Σιρὰχ οὗτος μετ’ αὐτὸν πάλιν λαβὼν τῷ οἰκείῳ παιδὶ κατέλιπεν Ἰησοῦ· ὃς δὴ αὐτῆς λαβόμενος, εἰς ἓν ἅπασαν ἐναρμόνιον σύνταγμα συνήγαγε, σοφίαν ἐπί τε αὐτοῦ καὶ τῷ τοῦ πατρὸς ἀλλὰ μὴν καὶ τᾷ πάππου ὀνόματι ἐκληκώς, ἐξ αὐτοῦ τοῦ τῆς σοφίας ὀνόματος ἀγαπητῶς μᾶλλον ἔχειν τὸν ἀκροατὴν πρὸς τὴν αὐτῆς τῆς βίβλου μελέτην ἐπισπώμενος. λόγους οὖν φρονήσεως αἰνίγματά τε καὶ παραβολὰς περιέχει, καὶ μερικάς τινας παλαιὰς θεοφιλεῖς ἱστορίας, περί τε ἀνδρῶν εὐαρεστησάντων τῷ θεῷ, καὶ εὐχὴν καὶ ὕμνον αὐτοῦ· ἔτι δὲ ὧν ὁ θεὸς εὐεργεσιῶν ἠξίωσε τὸν λαὸν αὐτοῦ, καὶ ὧν ἔπλησε κακῶν τοὺς ἐχθροὺς αὐτῶν. ὀπαδὸς τοῦ Σολόμωντος οὗτος ὁ Ἰησοῦς γέγονεν, οὐδὲν ἧττον ἐκείνου περὶ τὴν σοφίαν καὶ παιδείαν εὐδοκιμήσας, πολυμαθὴς ἀληθῶς καὶ ὢν καὶ καλούμενος.