Ancient Greek · ~7 min
10.1 to 10.11
Septuaginta, Δανιήλ (Theodotionis versio) 10.1-11
Not analysed yet
Ἐν ἔτει τρίτῳ Κύρου βασιλέως Περσῶν λόγος ἀπεκαλύφθη τῷ Δανιὴλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτασάρ· καὶ ἀληθινὸς ὁ λόγος, καὶ δὺναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ. ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν· ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στομα μου, καὶ ἄλιμμα οὐκ ἠλειψάμην, ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν. ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, καὶ ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός ἐστιν Τίγρις Ἐδδέκελ. καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ ἴδον, καὶ ἰδοὺ ἀνὴρ εἶς ἐνδεδυμένος βαδδείν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη ἐν χρυσίῳ Ὠφάζ, καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσείς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλ κοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου. καὶ ἴδον ἐγὼ Δανιὴλ μονος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετ᾿ ἐμοῦ οὐκ ἴδον τὴν ὀπτασίαν, ἀλλʼ ἡ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπʼ αὐτούς, καὶ ἔφυγον ἐν φόβῳ. 8 καὶ ἐγὼ μόνος ὑπελείφθην καὶ ἴδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς, καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν, καὶ οὐκ ἐκράτησα ἰσχύος. καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ, καὶ ἐν τῷ ἀκοῦσαί με αὐτοῦ ἤμην κατανενυγμένος, καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν. καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου, καὶ ἤγειρέν με ἐπὶ τὰ γόνατά μου. καὶ εἶπεν πρὸς μέ Δανιὴλ, ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις οἶς ἐγὼ λαλῶ πρὸς σέ, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρὸς μέ τὸν λόγον τοῦτον ἀνέστην ἔντρομος.