Ancient Greek · ~7 min
10.12 to 10.21
Septuaginta, Δανιήλ (Theodotionis versio) 10.12-21
Not analysed yet
καὶ εἶπεν πρὸς μέ Μὴ φοβοῦ, Δανιὴλ· ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνεῖναι καὶ κακωθῆναι ἐναντίον τοῦ θεοῦ σου, ἡκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἠλθον ἐν τοῖς λόγοις σου. καὶ ὁ ἄρχων βασιλείας Περσῶν ἱστήκει ἐξ ἐναντίας μου εἵκοσι καὶ μίαν ἡμέραν· καὶ ἰδοὺ Μειχαὴλ εἰς τῶν ἀρχόντων ἦλθεν βοηθῆσαί μοι, καὶ αὐτὸν κάτελειπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλείας ΙΙερσῶν. καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπʼ ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετʼ ἐμοῦ κατὰ τοὺς λόγους τούτους ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν. καὶ ἰδου ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου· καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα, καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον ἐμοῦ Κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐκ ἔσχον ἰσχύν. καὶ πῶς δυνήσεται ὁ παῖς σου, κύριε, λαλῆσαι μετὰ τοῦ κυρίου μου τούτου; καὶ ἐγὼ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνεῦμα οὐχ ὑπελείφθη ἐν ἐμοί καὶ προσέθετο καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, καὶ ἐνίσχυσέν με· καὶ εἶπέν μοι Μὴ φοβοῦ, ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι· ἀνδρίζου καὶ ἴσχυε. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετʼ ἐμοῦ ἴσχυσα, καὶ εἶπα Λαλείτω ὁ κύριός μου, ὅτι ἐνίσχυσάς με. καὶ εἶπεν Εἰ οἶδας ἴνα τί ἥλθον πρὸς σέ; καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν· καὶ ἐγὼ εἰσεπορευόμην, καὶ ἄρχων τῶν Ἑλληνων ἤρχετο. ἀλλʼ ἤ ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν γραφῇ ἀληθείας, καὶ οὐκ ἔστιν εἰς ἀντεχόμενος μετʼ ἐμοῦ περὶ τούτων ἀλλ᾿ ἡ Μειχαὴλ ὁ ἄρχων ὑμῶν.