Ancient Greek · ~7 min
2.26 to 2.37
Septuaginta, Δανιήλ (Theodotionis versio) 2.26-37
Not analysed yet
καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν τῷ Δανιήλ, οὗ τὸ ὄνομα Βαλτασάρ Εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον ὃ ἴδον καὶ τὴν σύγκρισιν αὐτοῦ; καὶ ἀπεκρίθη Δανιὴλ ἐνώπιον τοῦ βασιλέως καὶ λέγει Τὸ μυστήριον ὃ ὁ βασιλεὺς ἐρωτῷ οὐκ ἔστιν σοφῶν, μάγων, ἐπαοιδῶν, γαζαρηνῶν ἀναγγεῖλαι τῷ βασιλεῖ Bλλ᾿ ἢ ἔστιν θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια, καὶ ἐγνώρισεν τῷ βασιλεῖ Ναβουχοδονοσὸρ ἃ δεῖ γενέσθαι ἐπʼ ἐσχάτων τῶν ἡμερῶν. τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου τοῦτό ἐστιν. βασιλεῦ, οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν τί δεῖ γενέσθαι μετὰ ταῦτα, καὶ ὁ ἀποκαλύπτων μυστήρια ἐγνώρισέν σοι ἄ δεῖ γενέσθαι. καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη, ἀλλʼ ἕνεκεν τοῦ τὴν σύγκρισιν γνωρίσαι τῷ βασιλεῖ, ἴνα τοὺς διαλογισμοὺς τῆς καρδίας σου γνῷς. σύ, βασιλεῦ, ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία, μεγάλη ἡ εἰκὼν ἐκείνη, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερής, ἑστῶσα πρὸ προσώπου σου· καὶ ἡ ὅρασις αὐτῆς φοβερά. εἰκὼν ἧς ἡ κεφαλὴ χρυσίου χρηστοῦ, αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ, αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος τι σιδηροῦν καὶ μέρος ὀστράκινον. ἐθεώρεις ἕως ἀπεσχίσθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξεν τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν εἰς τέλος. τότε ἐλεπτύνθησαν εἰς ἅπαξ τὸ ὄστρα- κον, ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χυυσός, καὶ ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἄλωνος θερινῆς· καὶ ἐξῆρεν τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενἤθη ὄρος μέγα, καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν. τοῦτό ἐστιν τὸ ἐνύπνιον· καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως. σύ, βασιλεῦ, βασιλεὺς βασιλέων, ᾧ ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν