Ancient Greek
2.38 to 2.47
Septuaginta, Δανιήλ (Theodotionis versio) 2.38-47
Not analysed yet
ἐν παντὶ τόπῳ ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· θηρία τε ἀγροῦ καὶ πετεινὰ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου, καὶ κατέστησεν κύριον πάντων· σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ. καὶ ὀπίσω σου ἀναστήσεται ἑτέρα βασιλεία ἥττων σου, καὶ βασιλεία τρίτη ἥτις ἐστὶν ὁ χαλκός, ἡ κυριεύσει πάσης τῆς γῆς· καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει. καὶ ὅτι ἴδες τοὺς πόδας καὶ τοὺς δακτύλους μέρος μέν τι ὀστράκινον, μέρος δέ τι σιδηροῦν, βασιλεία διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον ἴδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ. καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον, μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρόν, καὶ ἀπʼ αὐτῆς ἔσται συντριβόμενον. ὅτι ἴδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ, συνμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων· καὶ οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου, καθὼς ὁ σίδηρος οὐκ ἀναμίγνυται μετὰ τοῦ ὀστράκου. καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται· λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας, καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας· ὃν τρόπον ἴδες ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνεν τὸ ὄστρακον τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν. ὁ θεὸς ὁ μέγας ἐγνώρισεν τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ. Τότε ὁ βασιλεὺς Ναβουχοδονοσὸρ ἔπεσεν ἐπὶ πρόσωπον καὶ τῷ Δανιὴλ προσεκύνησεν καὶ μαννὰ καὶ εὐωδίας εἶπεν σπεῖσαι αὐτῷ. καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπεν τῷ Δανιήλ Ἐπ ἀληθείας ὁ θεὸς ὑμῶν αὐτός ἐστιν θεὸς θεῶν καὶ κύριος τῶν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια· ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο.