Ancient Greek
3.1 to 3.13
Septuaginta, Δανιήλ (Theodotionis versio) 3.1-13
Not analysed yet
Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσὸρ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, ὕψος αὐτῆς πήχεων ἑξήκοντα, εὖρος αὐτῆς πήχεων ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δειρὰ ἐν χὠρᾳ Βαβυλῶνος. καὶ ἀπέστειλεν συναγαγεῖν τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας. ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπʼ ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν, ἐλθεῖν εἰς τὰ ἐνκαίνια τῆς εἰκόνος ἧς ἔστησεν. καὶ συνήχθησαν οἱ τοπάρχαι, ὕπατοι, στρατηγοί, ἡγούμενοι, τύραννοι μεγάλοι οἱ ἐπʼ ἐξουσιῶν, καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν, εἰς τὸν ἐνκαινισμὸν τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονοσὸρ ὁ βασιλεύς. καὶ ἱστήκεισαν ἐνώπιον τῆς εἰκόνος. καὶ ὁ κῆρυξ ἐβόα ἐν ἰσχύι Ὑμῖν λέγεται λαοῖς, φυλαί, γλῶσσαι, ᾖ ἂν ὥρᾳ ἀκούσητε φωνῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι ¶τῇ χρυσῇ ἦ ἔστησεν Ναβουχοδονοσὸρ ὁ βασιλεύς· καὶ ὃς ἂν μὴ προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. καὶ ἐγένετο ὅταν ἤκουον οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ παντὸς γένους μουσικῶν, πίπτοντες πάντες οἱ λαοί, φυλαί, γλῶσσαι, προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστηκεν Ναβουχοδονοσὸρ ὁ βασιλεύς. τότε προσήλθοσαν ἄνδρες Χαλδαῖοι καὶ διέβαλλον τοὺς Ἰουδαίους τῷ βασιλεῖ Ναβουχοδονοσόρ Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι σύ, βασιλεῖ, ἔθηκας δόγμα, πάντα ἄνθρωπον ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος. σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ παντὸς γένους μουσικῶν, καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. κἰσὶν ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, Σεδράχ, Μεισάχ. Ἀβδεναγώ, οἳ οὐχ ὑπήκουσαν, βασιλεῦ, τῷ δόγματί σου, τοῖς θεοῖς σου οὐ λατρεύουσιν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ἦ ἔστησας οὐ προσκυνοῦσιν. τότε Ναβουχοδονοσὸρ ἐν θυμῷ καὶ ἀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδράχ, Μισάχ, καὶ Ἀβδεναγώ· καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως.