Ancient Greek · ~7 min
3.14 to 3.26
Septuaginta, Δανιήλ (Theodotionis versio) 3.14-26
Not analysed yet
καὶ ἀπεκρίθη Ναβουχοδονοσὸρ καὶ εἶπεν αὐτοῖς Εἰ ἀληθῶς, Σεδράχ, Μισάχ, Ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησα οὐ προσκυνεῖτε; νῦν οὗν εἰ ἔχετε ἑτοίμως ἴνα ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος. σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσητε τῇ εἰκόνι ᾖ ἐποίησα· ἐ ν δὲ μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· καὶ τίς ἐστιυ θεὸς ὃς ἐξελεῖται ὑμᾶς ἐκ χειρός μου; καὶ ἀπεκρίθησαν Σεδράχ, Μεισάχ. Ἀβδεναγώ, λέγοντες τῷ βασιλεῖ Ναβουχοδονοσόρ Φὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι. ἔστιν γὰρ θεός, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς. καὶ ἐὸν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι ἦ ἔστησας οὐ προσκυνοῦμεν. τότε Ναβουχοδονοσὸρ ἐπλήσθη θυμοῦ, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδράχ, Μεισάχ, καὶ Ἀβδεναγώ, καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως, ἕως οὗ εἰς τέλος ἐκκαῇ. καὶ ἄνδρας ἰσχυροὺς ἰσχύι εἶπεν πεδήσαντας τὸν Σεδράχ, Μεισάχ. καὶ Ἀβδε. ναγώ, ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημῖσι, καί ἐβλήθησαν εἰς τὸ μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, ἐπεὶ τὸ ῥῆμα τοῦ βασιλέως ὑπερίσχυεν· καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσοῦ. καὶ οἱ τρεῖς οὗτοι, Σεδράχ. Μεισάχ, καὶ Ἀβδεναγώ, ἔπεσον εἰς μέσον τῆς καμίνου τῆς καιομένης πεπεδημένοι. Καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν θεὸν καὶ εὐλογοῦντες τὸν κύριον. καὶ συνστὰς Ἀζαρίας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα ἑαυτοῦ ἐν μέσῳ τοῦ πυρὸς εἶπευ Εὐλογητὸς εἶ, Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετός, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.