Ancient Greek · ~7 min
8.12 to 8.24
Septuaginta, Δανιήλ (Theodotionis versio) 8.12-24
Not analysed yet
καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρίφη χαμαὶ ἡ δικαιοσύνη· καὶ ἐποίησεν καὶ εὐοδώθη. καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος· καὶ εἶπεν εἰς ἅγιος τῷ φελμουνεὶ τῷ λαλοῦντι Ἓως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συνπατηθήσεται; καὶ εἶπεν αὐτῷ Ἕως ἑσπέρας καὶ πρωί, ἡμέραι δισχίλιαι καὶ τριακόσιαι· καὶ καθαρισθήσεται τὸ ἅγιον. Καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, ἐγὼ Δανιὴλ, τὴν ὅρασιν, καὶ ἐζήτουν σύνεσιν· καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμοῦ ὡς ὅρασις ἀνδρός. καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀνὰ μέσον τοῦ Οὐβάλ, καὶ ἐκάλεσεν καὶ εἶπεν Γαβριήλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν. καὶ ἦλθεν καὶ ἔστη ἐχόμενος τῆς στάσεως μου· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην, καὶ πίπτω ἐπὶ πρόσωπόν μου· καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις. καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετʼ ἐμοῦ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ ἥψατό μου καὶ ἔστη- κέν με ἐπὶ πόδας, καὶ εἶπεν Ἰδοὺ ἐγὼ γνωρίζωʼ σοι τὰ ἐσόμενα ἐπʼ ἐσχάτῳ τῆς ἀργῆς· ἔτι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις. ὁ κριὸς ὃν εἶδες, ὁ ἔχων τὰ κέρατα, βασιλεὺς Περσῶν καὶ Μήδων. καὶ ὁ τράγος τῶν αἰγῶν βασιλεὺς Ἐλλήνων· καὶ τὸ κέρας τὸ μέγα ὃ ἠν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ, αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρῶτος. καὶ τοῦ συντριβέντος οὗ ἔστησαν τέσσερα ὑποκάτω κέρατα, τέσσαρες βασιλεῖς ἐκ τοῦ ἔθνους αὐτοῦ ἀναστήσονται, καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτῶν. καὶ ἐπʼ ἐσχάτων τῆς βασιλείας αὐτῶν, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ καὶ συνίων προβλήματα. καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ, καὶ θαυμαστὰ διαφθερεῖ, καὶ κατευθυνεῖ καὶ ποιήσει, καὶ διαφθερεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον.