Ancient Greek · ~2 min
8.25 to 8.27
Septuaginta, Δανιήλ (Theodotionis versio) 8.25-27
Not analysed yet
καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθή. σεται, καὶ δόλῳ διαφθερεῖ πολλούς, καὶ ἐπὶ ἀπωλείας πολλῶν στήσεται, καὶ ὡς ὠὰ χειρὶ συντρίψει. καὶ ἡ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωίας τῆς ῥηθεἰσης ἀληθῶς ἐστιν· καὶ σὺ σφράγισον τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλάς. καὶ ἐγὼ Δανιὴλ ἐκοιμήθην καὶ ἐμαλακίσθην· καὶ ἀνέστην καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως, καὶ ἐθαύμαζον τὴν ὃρασιν, καὶ οὐκ ἦν ὁ συνίων.