Ancient Greek
52 to 64
Septuaginta, Σουζάννα (Theodotionis versio) 52-64
Not analysed yet
ὡς δὲ διεχωρίσθησαν εἰς ἀπὸ τοῦ ἑνός, ἐκάλεσεν τὸν ἕνα αὐτῶν καὶ εἶπεν πρὸς αὐτόν Πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου ἃς ἐποίεις τὸ πρότερον, κρίνων κρίσεις ἀδίκους, καὶ τοὺς μέν ἀθῴους κατακρίνων, ἀπολύων δέ τοὺς αἰτίους, λέγοντος τοῦ κυρίου Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. νῦν οὗν ταύτην εἴπερ ἴδες, εἰπόν ῾Υπὸ τί δένδρον ἴδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπ εν ῾Υπὸ σχῖνον. εἶπεν δὲ Δανιὴλ Ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἥδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον. καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον· καὶ εἶπεν αὐτῷ Σπέρμα Χανάαν καὶ οὐκ Ἰούδα, τὸ κάλλος ἐξηπάτησέν σε, καὶ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου. οὕτως ἐποιεῖτε θυγατράσιν Ἰσραήλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν· ἀλλʼ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν. νῦν οὗν λέγε μοι ῾Υπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν ῾Υπὸ πρῖνον. εἶπ εν δὲ αὐτῷ Δανιὴλ ᾿Ορθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν· μένει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον, ὅπως ἐξολεθρεύσῃ ὑμᾶς. Καὶ ἀνεβόησεν πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ, καὶ εὐλόγησαν τῷ θεῷ τῷ σώ- ζοντι τοὺς ἐλπίζοντας ἐπʼ αὐτόν. καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας, ὅτι συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομάρτυρας ὄντας, καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον, ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ, καὶ ἀπέκτειναν οὐτούς· καὶ ἐσώθη αἶμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Xελκίας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ἤνεσαν περὶ τῆς θυγατρὸς αὐτῶν μετὰ Ἰωακεὶμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συνγενῶν πάντων, ὅτι οὐχ εἰρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα. Καὶ Δανιὴλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα. ¶