Ancient Greek · ~2 min
Chapter 10
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 10.8
Not analysed yet
Καὶ ὅτε συνετελέσθησαν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου, ἃς ὤμοσεν Ραγουηλ ποιῆσαι τῇ θυγατρὶ αὐτοῦ, εἰσῆλθεν πρὸς αὐτὸν Τωβιας καὶ εἶπεν Ἐξαπόστειλόν με, γινώσκω γὰρ ἐγὼ ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐ πιστεύουσιν ὅτι ὄψονταί με ἔτι· καὶ νῦν ἀξιῶ σε, πάτερ, ὅπως ἐξαποστείλῃς με καὶ πορευθῶ πρὸς τὸν πατέρα μου· ἤδη ὑπέδειξά σοι ὡς ἀφῆκα αὐτόν.