Ancient Greek · ~3 min
10.9 to 10.12
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 10.9-12
Not analysed yet
καὶ εἶπεν Ραγουηλ τῷ Τωβια Μεῖνον, παιδίον, μεῖνον μετ’ ἐμοῦ, καὶ ἐγὼ ἀποστέλλω ἀγγέλους πρὸς Τωβιν τὸν πατέρα σου καὶ ὑποδείξουσιν αὐτῷ περὶ σοῦ. καὶ εἶπεν αὐτῷ Μηδαμῶς, ἀξιῶ σε ὅπως ἐξαποστείλῃς με ἐντεῦθεν πρὸς τὸν πατέρα μου. καὶ ἀναστὰς Ραγουηλ παρέδωκεν Τωβια Σαρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ ἥμισυ πάντων τῶν ὑπαρχόντων αὐτῷ, παῖδας καὶ παιδίσκας, βόας καὶ πρόβατα, ὄνους καὶ καμήλους, ἱματισμὸν καὶ ἀργύριον καὶ σκεύη· καὶ ἐξαπέστειλεν αὐτοὺς ὑγιαίνοντας καὶ ἠσπάσατο αὐτὸν καὶ εἶπεν αὐτῷ Ὑγίαινε, παιδίον, ὑγιαίνων ὕπαγε· ὁ κύριος τοῦ οὐρανοῦ εὐοδώσαι ὑμᾶς καὶ Σαρραν τὴν γυναῖκά σου, καὶ ἴδοιμι ὑμῶν παιδία πρὸ τοῦ ἀποθανεῖν με. καὶ εἶπεν Σαρρα τῇ θυγατρὶ αὐτοῦ Ὕπαγε πρὸς τὸν πενθερόν σου, ὅτι ἀπὸ τοῦ νῦν αὐτοὶ γονεῖς σου ὡς οἱ γεννήσαντές σε· βάδιζε εἰς εἰρήνην, θύγατερ, ἀκούσαιμί σου ἀγαθὴν ἀκοήν, ἕως ζῶ. καὶ ἀπασπασάμενος ἀπέλυσεν αὐτούς.