Ancient Greek · ~7 min
12.1 to 12.13
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 12.1-13
Not analysed yet
Καὶ ὅτε ἐπετελέσθη ὁ γάμος, ἐκάλεσεν Τωβιθ Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ Παιδίον, ὅρα δοῦναι τὸν μισθὸν τῷ ἀνθρώπῳ τῷ πορευθέντι μετὰ σοῦ καὶ προσθεῖναι αὐτῷ εἰς τὸν μισθόν. καὶ εἶπεν αὐτῷ Πάτερ, πόσον αὐτῷ δώσω τὸν μισθόν; οὐ βλάπτομαι διδοὺς αὐτῷ τὸ ἥμισυ τῶν ὑπαρχόντων, ὧν ἐνήνοχεν μετ’ ἐμοῦ. ἐμὲ ἀγείοχεν ὑγιαίνοντα καὶ τὴν γυναῖκά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριον ἤνεγκεν μετ’ ἐμοῦ καὶ σὲ ἐθεράπευσεν· πόσον αὐτῷ ἔτι δῶ μισθόν; καὶ εἶπεν αὐτῷ Τωβις Δικαιοῦται αὐτῷ, παιδίον, λαβεῖν τὸ ἥμισυ πάντων, ὧν ἔχων ἦλθεν. καὶ ἐκάλεσεν αὐτὸν καὶ εἶπεν Λαβὲ τὸ ἥμισυ πάντων, ὧν ἔχων ἦλθες, εἰς τὸν μισθόν σου καὶ ὕπαγε ὑγιαίνων. Τότε ἐκάλεσεν τοὺς δύο κρυπτῶς καὶ εἶπεν αὐτοῖς Τὸν θεὸν εὐλογεῖτε καὶ αὐτῷ ἐξομολογεῖσθε ἐνώπιον πάντων τῶν ζώντων ἃ ἐποίησεν μεθ’ ὑμῶν ἀγαθά, τοῦ εὐλογεῖν καὶ ὑμνεῖν τὸ ὄνομα αὐτοῦ· τοὺς λόγους τοῦ θεοῦ ὑποδείκνυτε πᾶσιν ἀνθρώποις ἐντίμως καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ. μυστήριον βασιλέως κρύπτειν καλόν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν καὶ ἐξομολογεῖσθαι ἐντίμως. τὸ ἀγαθὸν ποιεῖτε, καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς. ἀγαθὸν προσευχὴ μετὰ ἀληθείας καὶ ἐλεημοσύνη μετὰ δικαιοσύνης μᾶλλον ἢ πλοῦτος μετὰ ἀδικίας· καλὸν ποιῆσαι ἐλεημοσύνην μᾶλλον ἢ θησαυρίσαι χρυσίον. ἐλεημοσύνη ἐκ θανάτου ῥύεται, καὶ αὐτὴ ἀποκαθαίρει πᾶσαν ἁμαρτίαν· οἱ ποιοῦντες ἐλεημοσύνην χορτασθήσονται ζωῆς· οἱ ποιοῦντες ἁμαρτίαν καὶ ἀδικίαν πολέμιοί εἰσιν τῆς ἑαυτῶν ψυχῆς. πᾶσαν τὴν ἀλήθειαν ὑμῖν ὑποδείξω καὶ οὐ μὴ κρύψω ἀφ’ ὑμῶν πᾶν ῥῆμα· ἤδη ὑμῖν ὑπέδειξα καὶ εἶπον Μυστήριον βασιλέως καλὸν κρύψαι καὶ τὰ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως. καὶ νῦν ὅτε προσηύξω καὶ Σαρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τῆς δόξης κυρίου· καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, ὡσαύτως· καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν σου τὸ ἄριστον καὶ ᾤχου καὶ περιέστειλες τὸν νεκρόν, τότε ἀπέσταλμαι ἐπὶ σὲ πειράσαι σε.