Ancient Greek
12.14 to 12.22
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 12.14-22
Not analysed yet
καὶ ἅμα ἀπέσταλκέν με ὁ θεὸς ἰάσασθαί σε καὶ Σαρραν τὴν νύμφην σου. ἐγώ εἰμι Ραφαηλ, εἷς τῶν ἑπτὰ ἀγγέλων, οἳ παρεστήκασιν καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης κυρίου. Καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν. καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε, εἰρήνη ὑμῖν· τὸν θεὸν εὐλογεῖτε εἰς πάντα τὸν αἰῶνα. ἐγὼ ὅτε ἤμην μεθ’ ὑμῶν, οὐχὶ τῇ ἐμῇ χάριτι ἤμην μεθ’ ὑμῶν. ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ· αὐτὸν εὐλογεῖτε κατὰ πάσας τὰς ἡμέρας, αὐτῷ ὑμνεῖτε. καὶ ἐθεωρεῖτέ με ὅτι οὐκ ἔφαγον οὐθέν, ἀλλὰ ὅρασις ὑμῖν ἐθεωρεῖτο. καὶ νῦν εὐλογεῖτε ἐπὶ τῆς γῆς κύριον καὶ ἐξομολογεῖσθε τῷ θεῷ. ἰδοὺ ἐγὼ ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με. γράψατε πάντα ταῦτα τὰ συμβάντα ὑμῖν. καὶ ἀνέβη. καὶ ἀνέστησαν· καὶ οὐκέτι ἠδύναντο ἰδεῖν αὐτόν. καὶ ηὐλόγουν καὶ ὕμνουν τὸν θεὸν καὶ ἐξωμολογοῦντο αὐτῷ ἐπὶ τὰ ἔργα αὐτοῦ τὰ μεγάλα ταῦτα, ὡς ὤφθη αὐτοῖς ἄγγελος θεοῦ.