Ancient Greek · ~2 min
Chapter 2
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 2.10
Not analysed yet
καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐπάνω μού εἰσιν, καὶ ἐκάθισεν τὸ ἀφόδευμα αὐτῶν εἰς τοὺς ὀφθαλμούς μου θερμὸν καὶ ἐπήγαγεν λευκώματα. καὶ ἐπορευόμην πρὸς τοὺς ἰατροὺς θεραπευθῆναι, καὶ ὅσῳ ἐνεχρίοσάν με τὰ φάρμακα, τοσούτῳ μᾶλλον ἐξετυφλοῦντο οἱ ὀφθαλμοί μου τοῖς λευκώμασιν μέχρι τοῦ ἀποτυφλωθῆναι· καὶ ἤμην ἀδύνατος τοῖς ὀφθαλμοῖς ἔτη τέσσαρα. καὶ πάντες οἱ ἀδελφοί μου ἐλυποῦντο περὶ ἐμοῦ, καὶ Αχιαχαρος ἔτρεφέν με ἔτη δύο πρὸ τοῦ αὐτὸν βαδίσαι εἰς τὴν Ἐλυμαΐδα.