Ancient Greek · ~3 min
2.11 to 2.14
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 2.11-14
Not analysed yet
Καὶ ἐν τῷ χρόνῳ ἐκείνῳ Αννα ἡ γυνή μου ἠριθεύετο ἐν τοῖς ἔργοις τοῖς γυναικείοις· καὶ ἀπέστελλε τοῖς κυρίοις αὐτῶν, καὶ ἀπεδίδουν αὐτῇ τὸν μισθόν. καὶ ἐν τῇ ἑβδόμῃ τοῦ Δύστρου ἐξέτεμε τὸν ἱστὸν καὶ ἀπέστειλεν αὐτὸν τοῖς κυρίοις, καὶ ἔδωκαν αὐτῇ τὸν μισθὸν πάντα καὶ ἔδωκαν αὐτῇ ἐφ’ ἑστίᾳ ἔριφον ἐξ αἰγῶν. καὶ ὅτε εἰσῆλθεν πρός με, ὁ ἔριφος ἤρξατο κράζειν· καὶ ἐκάλεσα αὐτὴν καὶ εἶπα Πόθεν τὸ ἐρίφιον τοῦτο; μήποτε κλεψιμαῖόν ἐστιν; ἀπόδος αὐτὸ τοῖς κυρίοις αὐτοῦ· οὐ γὰρ ἐξουσίαν ἔχομεν ἡμεῖς φαγεῖν οὐδὲν κλεψιμαῖον. καὶ λέγει μοι αὐτή Δόσει δέδοταί μοι ἐπὶ τῷ μισθῷ. καὶ οὐκ ἐπίστευον αὐτῇ καὶ ἔλεγον ἀποδοῦναι τοῖς κυρίοις καὶ προσηρυθρίων χάριν τούτου πρὸς αὐτήν· εἶτα ἀποκριθεῖσα λέγει μοι Καὶ ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου; ποῦ εἰσιν αἱ δικαιοσύναι σου; ἰδὲ ταῦτα μετὰ σοῦ γνωστά ἐστιν. —