Ancient Greek · ~3 min
3.1 to 3.5
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 3.1-5
Not analysed yet
καὶ περίλυπος γενόμενος τῇ ψυχῇ καὶ στενάξας ἔκλαυσα καὶ ἠρξάμην προσεύχεσθαι μετὰ στεναγμῶν Δίκαιος εἶ, κύριε, καὶ πάντα τὰ ἔργα σου δίκαια, καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύνη καὶ ἀλήθεια· σὺ κρίνεις τὸν αἰῶνα. καὶ νῦν σύ, κύριε, μνήσθητί μου καὶ ἐπίβλεψον καὶ μή με ἐκδικήσῃς ταῖς ἁμαρτίαις μου καὶ ἐν τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου, οἷς ἥμαρτον ἐναντίον σου καὶ παρήκουσα τῶν ἐντολῶν σου. καὶ ἔδωκας ἡμᾶς εἰς ἁρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ εἰς παραβολὴν καὶ λάλημα καὶ ὀνειδισμὸν ἐν πᾶσιν τοῖς ἔθνεσιν, ἐν οἷς ἡμᾶς διεσκόρπισας. καὶ νῦν πολλαί σου αἱ κρίσεις ὑπάρχουσιν ἀληθιναὶ ποιῆσαι ἐξ ἐμοῦ περὶ τῶν ἁμαρτιῶν μου, ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου καὶ οὐκ ἐπορεύθημεν ἀληθινῶς ἐνώπιόν σου.