Ancient Greek · ~2 min
Chapter 5
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 5.17
Not analysed yet
καὶ εἶπεν αὐτῷ ὅτι Πορεύσομαι μετ’ αὐτοῦ· καὶ μὴ φοβηθῇς, ὑγιαίνοντες ἀπελευσόμεθα καὶ ὑγιαίνοντες ἐπιστρέψομεν πρὸς σέ, διότι ἡ ὁδὸς ἀσφαλής. καὶ εἶπεν αὐτῷ Εὐλογία σοι γένοιτο, ἄδελφε. καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ Παιδίον, ἑτοίμασον τὰ πρὸς τὴν ὁδὸν καὶ ἔξελθε μετὰ τοῦ ἀδελφοῦ σου, καὶ ὁ θεὸς ὁ ἐν τῷ οὐρανῷ διασώσαι ὑμᾶς ἐκεῖ καὶ ἀποκαταστήσαι ὑμᾶς πρὸς ἐμὲ ὑγιαίνοντας, καὶ ὁ ἄγγελος αὐτοῦ συνοδεύσαι ὑμῖν μετὰ σωτηρίας, παιδίον. καὶ ἐξῆλθεν πορευθῆναι τὴν ὁδὸν αὐτοῦ καὶ ἐφίλησεν τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ εἶπεν αὐτῷ Τωβιθ Πορεύου ὑγιαίνων. —