Ancient Greek · ~3 min
5.18 to 5.23
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 5.18-23
Not analysed yet
καὶ ἔκλαυσεν ἡ μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιθ Τί ὅτι ἀπέστειλας τὸ παιδίον μου; οὐχὶ αὐτὸς ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν καὶ αὐτὸς εἰσπορεύεται καὶ ἐκπορεύεται ἐνώπιον ἡμῶν; ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι, ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο. ὡς δέδοται ζῆν ἡμῖν παρὰ τοῦ κυρίου, τοῦτο ἱκανὸν ἡμῖν. καὶ εἶπεν αὐτῇ Μὴ λόγον ἔχε· ὑγιαίνων πορεύσεται τὸ παιδίον ἡμῶν καὶ ὑγιαίνων ἐλεύσεται πρὸς ἡμᾶς, καὶ οἱ ὀφθαλμοί σου ὄψονται ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν ἔλθῃ πρὸς σὲ ὑγιαίνων· μὴ λόγον ἔχε, μὴ φοβοῦ περὶ αὐτῶν, ἀδελφή· ἄγγελος γὰρ ἀγαθὸς συνελεύσεται αὐτῷ, καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ, καὶ ὑποστρέψει ὑγιαίνων. καὶ ἐσίγησεν κλαίουσα.