Ancient Greek · ~7 min
6.1 to 6.11
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 6.1-11
Not analysed yet
Καὶ ἐξῆλθεν τὸ παιδίον καὶ ὁ ἄγγελος μετ’ αὐτοῦ, καὶ ὁ κύων ἐξῆλθεν μετ’ αὐτοῦ καὶ ἐπορεύθη μετ’ αὐτῶν· καὶ ἐπορεύθησαν ἀμφότεροι, καὶ ἔτυχεν αὐτοῖς νὺξ μία, καὶ ηὐλίσθησαν ἐπὶ τοῦ Τίγριδος ποταμοῦ. καὶ κατέβη τὸ παιδίον περινίψασθαι τοὺς πόδας εἰς τὸν Τίγριν ποταμόν, καὶ ἀναπηδήσας ἰχθὺς μέγας ἐκ τοῦ ὕδατος ἐβούλετο καταπιεῖν τὸν πόδα τοῦ παιδαρίου, καὶ ἔκραξεν. καὶ ὁ ἄγγελος τῷ παιδαρίῳ εἶπεν Ἐπιλαβοῦ καὶ ἐγκρατὴς τοῦ ἰχθύος γενοῦ. καὶ ἐκράτησεν τὸ παιδάριον τοῦ ἰχθύος καὶ ἀνήνεγκεν αὐτὸν ἐπὶ τὴν γῆν. καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Ἀνάσχισον τὸν ἰχθὺν καὶ ἔξελε τὴν χολὴν καὶ τὴν καρδίαν καὶ τὸ ἧπαρ αὐτοῦ καὶ ἀπόθες αὐτὰ μετὰ σαυτοῦ καὶ τὰ ἔγκατα ἔκβαλε· ἔστιν γὰρ εἰς φάρμακον χρήσιμον ἡ χολὴ καὶ ἡ καρδία καὶ τὸ ἧπαρ αὐτοῦ. καὶ ἀνασχίσας τὸ παιδάριον τὸν ἰχθὺν συνήγαγεν τὴν χολὴν καὶ τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ ὤπτησεν τοῦ ἰχθύος καὶ ἔφαγεν καὶ ἀφῆκεν ἐξ αὐτοῦ ἡλισμένον. —καὶ ἐπορεύθησαν ἀμφότεροι κοινῶς, ἕως ἤγγισαν εἰς Μηδίαν. καὶ τότε ἠρώτησεν τὸ παιδάριον τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ Αζαρια ἄδελφε, τί τὸ φάρμακον ἐν τῇ καρδίᾳ καὶ τῷ ἥπατι τοῦ ἰχθύος καὶ ἐν τῇ χολῇ; καὶ εἶπεν αὐτῷ Ἡ καρδία καὶ τὸ ἧπαρ τοῦ ἰχθύος, κάπνισον ἐνώπιον ἀνθρώπου ἢ γυναικός, ᾧ ἀπάντημα δαιμονίου ἢ πνεύματος πονηροῦ, καὶ φεύξεται ἀπ’ αὐτοῦ πᾶν ἀπάντημα καὶ οὐ μὴ μείνωσιν μετ’ αὐτοῦ εἰς τὸν αἰῶνα· καὶ ἡ χολή, ἐγχρῖσαι ἀνθρώπου ὀφθαλμούς, οὗ λευκώματα ἀνέβησαν ἐπ’ αὐτῶν, ἐμφυσῆσαι ἐπ’ αὐτοὺς ἐπὶ τῶν λευκωμάτων, καὶ ὑγιαίνουσιν. Καὶ ὅτε εἰσῆλθεν εἰς Μηδίαν καὶ ἤδη ἤγγιζεν εἰς Ἐκβάτανα, λέγει Ραφαηλ τῷ παιδαρίῳ Τωβια ἄδελφε. καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἐγώ. καὶ εἶπεν αὐτῷ Ἐν τοῖς Ραγουήλου τὴν νύκτα ταύτην δεῖ ἡμᾶς αὐλισθῆναι, καὶ ὁ ἄνθρωπος συγγενής σού ἐστιν, καὶ ἔστιν αὐτῷ θυγάτηρ, ᾗ ὄνομα Σαρρα·