Ancient Greek · ~6 min
6.14 to 6.19
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 6.14-19
Not analysed yet
τότε ἀποκριθεὶς Τωβιας εἶπεν τῷ Ραφαηλ Αζαρια ἄδελφε, ἤκουσα ὅτι ἑπτὰ ἤδη ἐδόθη ἀνδράσιν, καὶ ἀπέθανον ἐν τοῖς νυμφῶσιν αὐτῶν τὴν νύκτα, ὁπότε εἰσεπορεύοντο πρὸς αὐτήν, καὶ ἀπέθνῃσκον. καὶ ἤκουσα λεγόντων αὐτῶν ὅτι δαιμόνιον ἀποκτέννει αὐτούς. καὶ νῦν φοβοῦμαι ἐγώ—ὅτι αὐτὴν οὐκ ἀδικεῖ, ἀλλ’ ὃς ἂν θελήσῃ ἐγγίσαι αὐτῆς, ἀποκτέννει αὐτόν· μονογενής εἰμι τῷ πατρί μου—μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ’ ὀδύνης ἐπ’ ἐμοὶ εἰς τὸν τάφον αὐτῶν· καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς, ἵνα θάψῃ αὐτούς. καὶ λέγει αὐτῷ Οὐ μέμνησαι τὰς ἐντολὰς τοῦ πατρός σου, ὅτι ἐνετείλατό σοι λαβεῖν γυναῖκα ἐκ τοῦ οἴκου τοῦ πατρός σου; καὶ νῦν ἄκουσόν μου, ἄδελφε, καὶ μὴ λόγον ἔχε τοῦ δαιμονίου τούτου καὶ λαβέ· καὶ γινώσκω ἐγὼ ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοι γυνή. καὶ ὅταν εἰσέλθῃς εἰς τὸν νυμφῶνα, λαβὲ ἐκ τοῦ ἥπατος τοῦ ἰχθύος καὶ τὴν καρδίαν καὶ ἐπίθες ἐπὶ τὴν τέφραν τῶν θυμιαμάτων, καὶ ἡ ὀσμὴ πορεύσεται, καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται καὶ οὐκέτι μὴ φανῇ περὶ αὐτὴν τὸν πάντα αἰῶνα. καὶ ὅταν μέλλῃς γίνεσθαι μετ’ αὐτῆς, ἐξεγέρθητε πρῶτον ἀμφότεροι καὶ προσεύξασθε καὶ δεήθητε τοῦ κυρίου τοῦ οὐρανοῦ, ἵνα ἔλεος γένηται καὶ σωτηρία ἐφ’ ὑμᾶς· καὶ μὴ φοβοῦ, σοὶ γάρ ἐστιν μεμερισμένη πρὸ τοῦ αἰῶνος, καὶ σὺ αὐτὴν σώσεις, καὶ μετὰ σοῦ πορεύσεται, καὶ ὑπολαμβάνω ὅτι ἔσονταί σοι ἐξ αὐτῆς παιδία καὶ ἔσονταί σοι ὡς ἀδελφοί, μὴ λόγον ἔχε. καὶ ὅτε ἤκουσεν Τωβιας τῶν λόγων Ραφαηλ καὶ ὅτι ἔστιν αὐτῷ ἀδελφὴ ἐκ τοῦ σπέρματος τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, λίαν ἠγάπησεν αὐτήν, καὶ ἡ καρδία αὐτοῦ ἐκολλήθη εἰς αὐτήν.