Ancient Greek · ~7 min
7.1 to 7.11
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 7.1-11
Not analysed yet
Καὶ ὅτε εἰσῆλθεν εἰς Ἐκβάτανα, λέγει αὐτῷ Αζαρια ἄδελφε, ἀπάγαγέ με εὐθεῖαν πρὸς Ραγουηλ τὸν ἀδελφὸν ἡμῶν. καὶ ἀπήγαγεν αὐτὸν εἰς τὸν οἶκον Ραγουήλου, καὶ εὗρον αὐτὸν καθήμενον παρὰ τὴν θύραν τῆς αὐλῆς καὶ ἐχαιρέτισαν αὐτὸν πρῶτοι, καὶ εἶπεν αὐτοῖς Χαίρετε πολλά, ἀδελφοί, καὶ καλῶς ἤλθατε ὑγιαίνοντες. καὶ ἤγαγεν αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ. καὶ εἶπεν Εδνα τῇ γυναικὶ αὐτοῦ Ὡς ὅμοιος ὁ νεανίσκος οὗτος Τωβει τῷ ἀδελφῷ μου. καὶ ἠρώτησεν αὐτοὺς Εδνα καὶ εἶπεν αὐτοῖς Πόθεν ἐστέ, ἀδελφοί; καὶ εἶπαν αὐτῇ Ἐκ τῶν υἱῶν Νεφθαλιμ ἡμεῖς τῶν αἰχμαλωτισθέντων ἐν Νινευη. καὶ εἶπεν αὐτοῖς Γινώσκετε Τωβιν τὸν ἀδελφὸν ἡμῶν; καὶ εἶπαν αὐτῇ Γινώσκομεν ἡμεῖς αὐτόν. καὶ εἶπεν αὐτοῖς Ὑγιαίνει; καὶ εἶπαν αὐτῇ Ὑγιαίνει καὶ ζῇ· καὶ εἶπεν Τωβιας Ὁ πατήρ μού ἐστιν. καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσεν καὶ ἐλάλησεν καὶ εἶπεν αὐτῷ Εὐλογία σοι γένοιτο, παιδίον, ὁ τοῦ καλοῦ καὶ ἀγαθοῦ πατρός· ὦ ταλαιπώρων κακῶν, ὅτι ἐτυφλώθη ἀνὴρ δίκαιος καὶ ποιῶν ἐλεημοσύνας. καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Τωβια τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν. καὶ Εδνα ἡ γυνὴ αὐτοῦ ἔκλαυσεν αὐτόν, καὶ Σαρρα ἡ θυγάτηρ αὐτῶν ἔκλαυσεν καὶ αὐτή. καὶ ἔθυσεν κριὸν ἐκ προβάτων καὶ ὑπεδέξατο αὐτοὺς προθύμως. Καὶ ὅτε ἐλούσαντο καὶ ἐνίψαντο καὶ ἀνέπεσαν δειπνῆσαι, εἶπεν Τωβιας τῷ Ραφαηλ Αζαρια ἄδελφε, εἰπὸν Ραγουηλ ὅπως δῷ μοι Σαρραν τὴν ἀδελφήν μου. καὶ ἤκουσεν Ραγουηλ τὸν λόγον καὶ εἶπεν τῷ παιδί Φάγε καὶ πίε καὶ ἡδέως γενοῦ τὴν νύκτα ταύτην· οὐ γάρ ἐστιν ἄνθρωπος ᾧ καθήκει λαβεῖν Σαρραν τὴν θυγατέρα μου πλὴν σοῦ, ἄδελφε, ὡσαύτως δὲ καὶ ἐγὼ οὐκ ἔχω ἐξουσίαν δοῦναι αὐτὴν ἑτέρῳ ἀνδρὶ πλὴν σοῦ, ὅτι σὺ ἔγγιστά μου· καὶ μάλα τὴν ἀλήθειάν σοι ὑποδείξω, παιδίον. ἔδωκα αὐτὴν ἑπτὰ ἀνδράσιν τῶν ἀδελφῶν ἡμῶν, καὶ πάντες ἀπέθανον τὴν νύκτα ὁπότε εἰσεπορεύοντο πρὸς αὐτήν. καὶ νῦν, παιδίον, φάγε καὶ πίε, καὶ κύριος ποιήσει ἐν ὑμῖν.