Ancient Greek
697
Serapion, Fragmenta 697
Unproofread scanNot analysed yet
μαθήσεσθε ἐξ ὧν ὑμῖν ἐγράφη. Ἐδυνήθημεν γὰρ παρ´ ἄλλων τῶν ἀσκησάντων αὐτὸ τοῦτο τὸ Εὐαγά γέλιον, τουτέστι παρὰ τῶν διαδόχων τῶν καταρξαμέ νων αὐτοῦ, οὓς Δοκητὰς καλοῦμεντὰ γὰρ πλείονα φρονήματα, ἐκείνων ἐστὶ τῆς διδασκαλίας χρησάμενοι παρ´ αὐτῶν διελθεῖν, καὶ εὑρεῖν τὰ μὲν πλείονα τοῦ ὁρθοῦ λόγου τοῦ Σωτῆρος, τινὰ δὲ προσδιεσταλμένα, ἃ καὶ ὑπετάξαμεν ὑμῖν.