Ancient Greek
103.3 to 103.7
Serenus, De Sectione Cylindri 103.3-7
Unproofread scanNot analysed yet
ἀλλὰ δὴ πάλιν ἔστω πλευρὰ τοῦ ὑπερβλήματος ἢ ΓΒ. ἔσται ἄρα τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ ἴσον τῷ ἀπὸ τῆς ΓΒ τετραγώνῳ· ὅπερ ἀδύνατον. τὸ αὐτὸ δέ, εἰ καὶ μεῖζων τῆς ΓΒ ὑποτεθεῖν γίνεσθαι ἢ πλευρὰ τοῦ ὑπερβλήματος. ἢ ἄρα πλευρὰ τοῦ ὑπερβλήματος μεῖζων ἔσται τῆς ΓΔ, ἑλάττων δὲ τῆς ΓΒ. κ5′. Κυλίνδρου δοθέντος τετμημένου ἑλλείψει κῶνον συστήσασθαι ἐπὶ τῆς αὐτῆς βάσεως τοῦ κυλίνδρου ὑπὸ τὸ αὐτὸ ὕψος ὄντα καὶ τῷ αὐτῷ ἐπιπέδῳ τεμνόμενον καὶ ποιούντα ὁμοίαν ἑλλειψιν τῇ τοῦ κυλίνδρου ἑλλείψει. ἔστω ὁ δοθεὶς κύλινδρος, οὗ βάσις μὲν ὁ περὶ τὸ Α κέντρον κύκλος, τὸ δὲ διὰ τοῦ ἄξονος παραλληλόγραμμον τὸ ΒΓ, ἐν ᾧ διάμετρος τῆς δοθείσης ἑλλείψεως ἢ ΕΔ, ἥτις ἐκβληθεῖσα συμπίπτει τῇ ΒΑ κατὰ τὸ Ζ, καὶ τῇ ΔΖ διὰ τοῦ Γ παράλληλος ἠχθῶ ἢ ΓΗ συμπίπτουσα τῇ ΒΑ κατὰ τὸ Η, καὶ προσεκβεβλησθῶ ἢ ΖΔΘ εὐθεῖα.