Ancient Greek
113.3 to 113.4
Serenus, De Sectione Cylindri 113.3-4
Unproofread scanNot analysed yet
κἂν ἑτέρας δὲ τῇ ΖΗ παραλλήλους ἀγάγωμεν, ὡς τὴν ΕΟ, καὶ ἀπὸ τῶν Ε καὶ Ο ἐπὶ τὸ Α ἐπιζεύξαντες ἐκβάλωμεν ἐπὶ τὴν ΒΘ, καὶ ταῖς ἐκβληθείσαις παραλλήλους ἀγάγωμεν ἐν τῷ τριγώνῳ, συστήσονται πάλιν ἑτεραι δύο ἑλλείψεις ὁμοιαι ἀλλήλαις, καὶ τοῦτο ἐπ' ἄπειρον· ὅπερ ἔδει δεῖξαι. κη' Τὸν δοθέντα κύλινδρον σκαληνὸν ἢ κῶνον δυνατόν ἐστιν ἀπὸ τῶν ἀντικειμένων μερῶν ἀπειραχῶς τεμεῖν δυσὶν ἐπιπέδοις καὶ ποιεῖν ἑλλείψεις ὁμοίας.